Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Εἰ μὲν συνέμιξας Κληματίῳ, εἰκὸς δή σε κληθέντα ἐπὶ τοὺς γάμους πάντα ἔχειν λόγον· εἰ δ᾿ οὔπω τοῦτο γέγονεν, ἐπειδὰν γένηται, πάντα ἀκούσῃ λόγον καὶ τάχα οὐκ ἐλάττω με φήσεις, ἀλλ᾿ ὑπὲρ τὸ μέτριον σπουδάσαι.
ὅσοι δὲ ἡμῖν οἴονται δύναμιν μὲν εἶναι, τὸ δὲ βούλεσθαι μὴ παρεῖναι, πάσχουσι μὲν εἰκός τι νομίζοντες ἡμᾶς ἀπολαύειν ὧν εἰκὸς ἦν· εἰσίτω δὲ αὐτοὺς ἃ περὶ προσδοκιῶν Εὐριπίδης φιλοσοφεῖ, καὶ γνώσονται ὡς οὐ πάντως παρ᾿ ἡμῖν ἡ μέμψις.
ὃ δὲ πολλάκις ἔφην, ἐγὼ μὲν ἐκείνου κύριος ἥκιστα, σὺ δὲ τῶν ἐμῶν μάλιστα. συνεύχου δή τι χρηστὸν ἡμῖν, ὡς ἐν οἷς ἡμᾶς εὑρήσεις, τούτων κοινωνήσεις.