Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἔδει μέν σοι μηδεμίαν γενέσθαι περὶ τὸν οἶκον πληγήν· ἐπεὶ δὲ ταῦτα ἔδοξε τοῖς ἄγουσι τὰ ἀνθρώπεια, καλῶς ποιεῖς σωφρόνως τὸ κακὸν φέρων.

Μητερίῳ δὲ τῷδε παρ’ ἡμῖν ὑπῆρξε μέν τι καὶ ἡσθῆναι, τὰ πλείω δὲ σπουδάσαι, τῶν μὲν [*](1 Vι γ΄, ρξδ΄. Va ε΄, qα΄ 17 Vι γ΄, ρξε΄ (=Ϡν). Va ε΄, ϥβ΄) [*](2 Seeck 52. 326 3 cf. ep. 473 4 cf. ad t. I 89, 16 13 cf. ep. 473 18 Seeck 193. 326 21 cf. ep. 473. 474) [*](8 λόγους Va sed γους Buppl m5 | σὴν εἶναι scripsi e V εἶναι σὴν Va sed εἶναι suppl m5, Wolf 13 ἔσχεν παρ’ ἐκείνοις Va) [*](14 οὔμεν οὖν ἦν Va 15 αἰτίαι V 16 ἔχει scripsi e V ἔχῃ Va Wolf | κακῶς] „fort. οὐ κακῶς“ Re at cf. ep. 473 § 3 19 περὶ V sed e παρὰ corr m4 20 ἀνθρώπια Va 22 τι μὲν Va | μὲν om Va)

455
μεθ’ ἡμῶν εὐωχουμένῳ, τῶν δὲ σὺν τοῖς τὰ πολιτικὰ πράτ- τουσιν ἀπολαύοντι, οἳ δὴ καὶ τὴν ἐπάνοδον αὐτῷ πολλάκις ἀνέκοψαν.

προσῆκεν οὖν αὐτὸν τῶν μὲν ἐπαινεῖσθαι, διὰ δὲ ταῦτα μὴ φθονεῖσθαι. πάντως καὶ παρ’ ὑμῖν οἱ πρεσβύ- τιροι τὰς τῶν ἴππων ἁμίλλας οὐκ ἀτιμάζουσιν· οὕτω γάρ μοι κάλλιον εἰπεῖν ἢ ὅσον ἔξεστιν.

εἰ μὲν οὖν οὔτως ὁ πατὴρ ἔχει γνώμης ὡς μηδὲ ‘ὲν ἐγκαλεῖν, ἐπαίνει τὴν κρίσιν· εἰ δὲ οἴεται δεῖν ἐπιτιμᾶν, μετάβαλλε τὴν γνώμην.