Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

εἰ δὲ μὴ τῶν νέων, οὓς τῇ μουσικῇ τρέφεις, ἐκηδόμην, ἁρπασθεὶς ἂν ἦσθα παρ’ ἡμῖν. νῦν δὲ ἔδοξέ μοι τοις μὲν μὴ φθονῆσαι τοῦ χειμῶνος, τὸ δὲ τῷ θέρει τηρῆσαι.

τὸν νε- φρὸν δὲ ἡμῖν ἢν ἀπαλλάξῃς τοῦ πάθους, ζῆν ἡμᾶς πέπεικας· ὡς νῦν γε ἡμῖν ἐν συμφορᾷ τὸ μὴ τεθνάναι.

υοα'.

[*](W 1266)

Ἱεροκλεῖ. (355/56)

Ἕως ἡσυχάζειν ἔστι σοι, γῆς φρόντ ζε καὶ οἰκοδόμου, ὅπως, ἐπειδὰν αὖθις εἰς τὸ δοκιμάζειν ἀφίκῃ, παρὰ τῶν ἀγρῶν [*](7 Vι γ΄, ρξ΄. Va ε΄, πζ΄ 19 Vι γ΄, ρξα΄,. Va ε΄, πη΄) [*](8 cf. ep. 496. Sievers 69 not. 87. Seeck 126. 325 20 Seeck 176. 326) [*](5 ἀκύλαν in lac 12 vel 13 litt om V κύλαν Va corr Wolf) [*](6 ἄτιμον Va sed ἅτι del 8 Ἡλίᾳ Va 10 αὐτὸν V sed´ in ῾ corr m4, Va | xia V aed σ in rae add m4 13 χωρὶς θεῖναι scripsi e V sed Ig θεῖ in ras m3, ut coni Re χωρισθῆναι Va Wolf 16 τοῖς V sed οἶς in ras m3 17 ἢν Va 21 οἰκοδό- μου reposui e libris οἰκοδόμει Wolf 22 ἐπειδἄν V ἐπειδ᾿ ἂν Va ἐπειδὴ ἂν Wolf | δοκιμάζειν] λειτουργεῖν coni Re)

452
εὐπορῇς. τὸν δὲ ἀνδρῶνα δεῖ μὲ1 κοσμῆσαι xa Λακωνικῷ λίθῳ, δεῖ δὲ ζητεῖν τὸν ἄλλοθεν κόσμον.

[*](W 1267)

υοβ΄.

Μητερίῳ. (355/56)

Οἶμαί σοι πρὸς τὸν υἱὸν εἼ τινα ὀργήν. ἀλλ’ εἰ μὲν ὅτι αὐτὸν οὐκ εΙόες πολλοῦ χρόνου χαλεπαίνεις, χαίρειν ἡμῖν δίδως· εἰ δὲ μὴ σοι τοῦτο ἦν λυπηρόν, ἡμῖν ἂν ἦν λυπηρὸν τὸ σοὶ τοῦτ’ εΙναι κοῦφον. ἐν μὲν οὖν τῇ διὰ τὴν ἀπουσίαν ὀργῇ τὸν πατέρα δεικνύων εὐφραίνεις, ἄλλο δέ τι μεμφόμενος ἐξηπάτησαι

σημεῖον δέ σοι γενέσθω τῆς τοῦδε εὐταξίας ταυτὶ τὰ γράμματα · οὔτε γὰρ ἀμελεῖν ἐνῆν μοι τοῦ σοῦ παι- δὸς οὔτε φροντίζοντι μὴ τὰ ὄντα μαθεῖν, ἐπαινέσαι δὲ ὃν οὐ χρηστὸν εὕρισκον οὐκ ἐμόν.

εἰ μὲν οὖν ὅστις παρ’ ἡμῖν φίλους κέκτηται τοὺς δοκιμωτάτους, οὗτος ὀφείλει δίκην πατρί, δότω δίκην Μητέριος, κέκτηται γάρ· εἰ δὲ κἂν αὐτὸς εὔξαιο πᾶσαν αὐτῷ πόλιν μὴ χείρω τῆς ἐνεγκούσης εἶναι, μετάστ,Ι- σὸν εἰς τὸ συνήδεσθαι τὰς αἰτίας.