Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἥ τε πρὸς τὸν υἱόν σου γενομένη μοι φιλία πάντων ἥδιστον ἐμοί, πρὸς γὰρ τῷ δεινὸς εἶναι λέγειν καὶ χρηστὸς ἀνήρ, τό τε σὰ περὶ τούτων ἐλθεῖν γράμματα τῆς πρὸς ἐκεῖ- νόν μου φιλίας οὐχ ἧττον καλὰ γὰρ ὑπὲρ καλοῦ πράγματος [*](1 Vι γ΄, ρνς΄. Va ε΄, πγ΄. Bas 8 Vι γ΄, ρνζ΄. Va ε΄, πδ΄) [*](16 Vι γ΄, ρνή. Va ε΄, πέ. S β' [ιγ΄]. Vi [οζ΄]) [*](2 Seeck 176. 324 9 Seeck 96. 324 11 Calliopiam cf. ep. 369. 366 17 Seeck 202. 326 18 Priscianum) [*](2 Ἱεροκλεῖ om Bas 3 πραγμάτων Bas 11 ζητήσης V 14 ἐχώμεθα et 15 παρέχωμεν scripsi e V ut coni Re ἐχόμεθα et παρέχομεν Va Wolf 18 τὸν inserui e libris om Wolf | μοι del Va 19 τὸ Va 20 τά V sed α in o corr m4, Va μου scripsi μοι libri om Wolf | ἥττων VVa ἥττω SVi corr Wolf)

450
ἀφῖκτο καὶ παρὰ γλώττης ἀεὶ κινουμένης καὶ πλείω μὶν ἢ πάντες εἰργασμένης, καλλίω δὲ ἢ πλείω.

εἰ δὲ σὺ μὲν πά- λαι, νῦν δὲ ἐγὼ γράφω μὴ θαυμάσῃς. καὶ γὰρ σοὶ θαρρεῖν ἔπρεπε καὶ ἡμῖν ὀκνεῖν. αὐτὸς δὲ ὁ φέρων τὰ γράμματα μα- κρῷ τῶν γραμμάτων ἀμείνων, Σαβῖνος ὁ μανικὸς εἰς λόγους, τὸ ταμιεῖον τῶν λόγων.

ἥκει δέ σοι καὶ σύμπας ὁ τῶν Μόρων χορός, πάντες ἄκροι, ἐν οἶς οἶδα ὅτι σὺ τὴν νόσον ἐκδὺς τὰ τοῦ Πανὸς σκιρτήσεις ὁρῶν, ὃ πάλαι ἐπόθεις, ἐν Φοινίκη νῦν Στρατήγιον ἐπὶ τοῦδε τοῦ σχήματος.

ὁ δέ σοι Πρισκιανὸς παρεστήξει πατρὶ βοηθῶν τε καὶ συγχαίρων. ὄψει δὲ καὶ σὺ τοῦτον ὁπόσα λέγοι νικῶντα. πρέπουσά γε ἡ πανήγυρις τῇ Βηρυιῷ.