Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Πολύν σοι χρόνον οὐκ ἐπιστείλας εἶτα ἀπολογίαν ζητῶν εὗρον οὐ τουτὶ μόνον ἱκανὸν λῦσαι τὸ ἔγκλημα, ἀλλ’, οἶμαι, κἂν εἰ τί σε δυσχερέστερον ἐτύγχανον εἰργασμένος, ἐκράτησεν ἂν τουτὶ τὸ καλὸν ἐκείνου τοῦ χαλεποῦ.

γράμματα γὰρ δή σοι πέμπομεν διὰ τοῦ κρατίστου μὲν ῥητόρων, πρᾳοτάτου δὲ [*](5 VI γ΄, ρμς΄. Va ε΄, [ογ΄] 14 VI γ΄, ρμζ΄. Va ε΄, οδ΄) [*](3 cf. ep. 303 6 Seeck 97. 324 7 Alexandro | Seeck 285) [*](15 Sievers 233, 3. Seeck 57. 324) [*](2 οὐ δέδωκε scripsi e V οὐκ ἔδωκεν Va οὐκ ἔδωκε SViD Wolf 3 τὴν θεὸν] ταύτην S | τὸν D 7 τῇι V | τὸν χ del Va) [*](8 punctum post τατιανόν libri Wolf delevi | δεινόν γε scripsi anctore Re δεινὸν δὲ libri Wolf | καὶ νέων σπ del Va 9 ἑα- θυμίαν libri Wolf 10 οὐδὲ μικρὸ et 11 τείνοντος εἰς ἐκεῖνον suppl Va5 12 (??) νέο V sed post o ras 1 litt et (??) corr m5 13 ληνοῖς scripsi e V ut coni Re λίνοις Va Wolf | δήσας V sed η in ras, ει ι ut videtur corr ’ 17 οὐ τὸ τι V sed in οὐ τοῦτο corr m4 et οὐ τουτὶ in marg ’ 20 πραοτάτου libri Wolf)

445
ἀνθρώπων, ἀκριβεστάτου δὲ ἀρχόντων. ταυτὶ γὰρ καὶ ἔτι πλείω τούτων εἶδον μὲν οἱ τὸν Ἑλλήσποντον οἰκοῦντες ἐν Εὐσεβίῳ. γνώσεσθε δὲ ὑμεῖς.

δὸς δέ μοι προειπεῖν ὡς παρ’ ὑμῶν δεῦρο βαδιεῖται τὸ κέρδος. σὸν δὴ δεικνύναι σαυτόν, ὡς εἰς καθαρά γε ὦτα τοὺς λόγους ἀφήσεις καὶ ψυχὴ φανεῖται ἀξία σπουδῆς ἐπισταμένη γε διορᾶν καὶ οἶς οὐ προσεκτέον.