Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἴσως μὲν ἐμοὶ καὶ πρὸς τὰ παρόντα βοηθεῖν ἐθελήσεις ἐμέ τε σώζων διὰ τέλους καὶ τὰς ἔμπροσθεν εὐεργεσίας· εἰ δέ υε δεῖ καὶ τοῦτο ἀτυχῆσαι τὸ τὴν σὴν γνώμην ἑτέραν γεγο- ἕναι, τάς γε πρὸ τοῦ βοηθείας οὔποτε ἐκβαλοῦμεν τῆς ψυχῆς, ἀλλ’ ἐκείνας μὲν τῇ σῇ φύσει λογιούμεθα, τὴν δ’ αὖ μεταβο- Λὴν δαίμονι δυσκόλῳ.
καίτοι πρὸς τῶν πόνων, οὓς ἐπό- νησας ὑπὲρ Ἑλλῄνων τε καὶ φίλων, θὲς μὲν ἐρρῶσθαί μοι τὸ σῶμα, βελτίω δὲ τήνδε ἐκείνης ἡγούμενόν με φεύγειν ἐκείνην, τὸ βελτίω δὲ ὅπως ἀκούσῃ πρὸς τὰς τῶν νέων συνουσίας.
ἔπειτα ἐροῦ τὸν βασιλέα, δύνασαι δὲ σωφροσύνῃ τε καὶ εὐνοίᾳ διηνεκεῖ τὴν δύναμιν κεκτημένος· ὦ βασιλεῦ, ἀνὴρ ἐκεῖνος, ὃν κελεύεις εἰς Θρᾴκην ἐλθὼν ἐκεῖσε προσόμοιος ἔσται γεωργῷ πλέοντι καὶ ἐν νηὶ ζῶντι συνεχῶς.
οὔτε γὰρ ἐκείνῳ τὴν θάλατταν ἔστιν ἀροῦν οὔτε τούτῳ σπείρειν εἰς νέους τῶν πο- λιτῶν μὲν πρὸς ἕτερα τετραμμένων, τῶν ξένων δὲ ὑφορωμένων τὸ χωρίον καὶ νομιζόντων διδασκαλεῖον [*](1 VI γ᾿ ρλα΄. Va ε΄, νη΄. S γ΄, qε΄. Vi [μβ΄]. Vind ρσ (cor- rige q) α΄. (Μο = Mosquenais 459)) [*](2 Sievers 67. Seeck 114. 322 11 Dem. Aristog I p. 770,14. cf. ad t. IV 269, 17) [*](4 σώιζων V Ι τηρῶν post εὐεργεσίας Μο Wolf delevi 6 τοῦτο V sed e τούτω corr m3 τοῦτ’ Vind Wolf Ι ἑτέρων ViVind 6 προτοῦ Vind 9 „videtur L. potius dedisse. οὐκ ἐρρῶσθαι“ Re 10 ταύτην Vi Ι ἐκείωης non post τήνδε, sed post με S 11 τὸ — συνουσiας om Vind Ι τῶ V sed in τὸ corr m4, Va l ἀρκούσῃ S Ι τὰς συνουσίας τῶν νέων Vi 12 ἔπειτα repo- sni e libris εἶτα Wolf Ι ἔρου Va Ι φρονήσει V sed e σωφροσύνῃ οι corr m4, SVi 13 ἐννεία διηνεκῆ Vi 16 ἐκεῖσε inserui e V VaS om Vind Wolf Ι γεωργὸς Va Ι ὄντι S 17 ἔστιν suppl Va5 18 πρὸς reposui e libris εἰς Wolf χωρίον Va sed ρίον del)