Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

τῷ δ’ ἔδοξεν αὖθις ἀπολαῦσαι τῆς ἐπιστολῆς καὶ οὕτως ἐξεφάνη τοὔνομα. καί με ποιεῖται τῆς ἀναγνώσεως κοινωνόν, τῇ δὲ ἀνεμέμικτο θαῦμα διαπαυσαμένων δὲ μεθίσταται πρὸς λόγον Ἑρμογένης μακρόν, μᾶλλον δὲ μικρόν, περὶ γὰρ τῶν σῶν καλῶν καὶ τὸ μῆκος μικρόν. ἔλεγε δὲ φιλίας τε ἀρχὴν καὶ αὔξην καὶ τἄλλα ἃ δί- δως λέγειν καὶ ὡς ἀχθεσθείη τε ἀρρωστοῦντος ἐπισκέψαιτό τε ὡς ἐνῆν αὐτῷ.

ταῦτα ὁ μὲν ἔλεγεν, ἐγὼ δὲ ἤκουον, ἐχαριζόμεθα δὲ ἀλλήλοις, ὁ μὲν ἐμοὶ διὰ τῆς διηγήσεως, ἐγὼ δὲ ἐκείνῳ τῷ σὺν ἡδονὴ τὴν διήγησιν δέχεσθαι.