Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἐγώ σε καὶ πάλαι μὲν ἄνδρα ἀγαθὸν ήγούμην ἀπὸ τῆς Θεμιστοκλέους πρὸς σὲ φιλίας, ὁ γὰρ ἀνὴρ ἐκεῖνος οὐκ ἂν φιλήσαι μὴ λίαν ἀγαθόν· ἐπὶ δὲ τῆς προτέρας ἐνθάδε μοι γενομένης ἐπιδημίας μικρά σοι συμμίξας οὐ προῆλθον εἰς ὅσον ἔδει τοῦ τε σώματός μοι κάμνοντος καὶ σοὶ πολλῆς ἀσχολίας οὔσης, τῶν γὰρ μεγίστων ἐπεστάτεις.
Γεσσίου δέ σοι φοι- τῶντος τοὐμοῦ καὶ πιστευομένου παρὰ τοῖς σοῖς οἰκείοις εἰς τοὺς συνήθεις σοι καὶ ἐμαυτὸν ἐγγράφων οὔτι ἀδικεῖν οἶμαι ἄλλως τε καὶ Ματίου κελεύοντος καὶ ὑπισχνουμένου μὴ μεταμελήσειν μοι τῶν γραμμάτων. σέ τε γὰρ εὖ μάλα εἰδὼς ἐμέ τε οὐκ ἀγνοῶν ἔφασκεν ἕξειν ἡμᾶς οὐκ ἀγεννῆ τινα πρὸς ἀλλήλους ἁρμονίαν.
τὰ τρόπαια δὲ ὅσα ἀπὸ βαρβάρων ἔστη- σας ἄγων μὲν αὐτὸς τὰς δυνάμεις, ἑπόμενος δὲ τῇ βασιλέω) τύχῃ, πανταχοῦ μὲν ἔγνωσται, πανταχοῦ δὲ τεθαύμασται, ἐλ- πίδες δέ εἰσιν ὡς αὐτίκα πλείω τε αὐτὰ ποιήσεις καὶ προïὼν [*](1 VI γ΄, σκς΄. Va ε΄, νγ΄. S β΄, θ΄. Vi [σβ΄]. Vind ρq΄) [*](2 cf. ep. 491. Sievers 75 not 23. Seeck 94. 322 4 Seeck 307 8 Seeckius 94 et 164 Gessium I pro filio Barbationis et discipnlo Libanii habuit 11 cf. ep. 430. Seeck 110) [*](2 Βαρβατίωνι Va sed suppl m5 3 καὶ πάλαι scripsi e SVi πάλαι V sed π in ras 2 litt m4, VaVind Wolf 4 θεμιστοκλέους V sed ἑοὺς in ras m4 5 φιλῆσαι V sed ἧσαι in ras et ~ in corr m4, Va sed suppl m5 φιλήσας Vi Ι ἐνθάδε scripsi e VVaS sed in hoc γρ ἐνταῦθα suprascr, Vi ἐνταῦθά Vind Wolf 6 γενόμενος Vi sed ο(2) ex ἡ corr Ι σοι συμμίξας scripsi e VS Vi συμμίξας σοι VaVind Wolf Ι προῆλθεν Va 7 μου S Ι κα- μόντος libri corr Wolf 8 ἐπεστάτεις scripsi ἐπιστατεῖς libri Wolf Ι post δέ deesse ἀκούσας aut πεισθεὶς vel simile quid censet Re Ι σοι scripsi e S sed γρ μοι suprascr, Vi ut coni Re μοι VVaVind Wolf 9 τοὐμοῦ inserui e Vi τοῦ μοῦ S om V VaVind Wolf 11 καὶ(2) om Vi 18 τινα om Vind Wolf Cent 16 τε SVi 17 ἦσαν SVi Ι αὐτὰ om Vind Wolf Cent)
ἡμᾶς δὲ οὒς δεῖ κοσμεῖν ὅσα ὑμεῖς ἐργάζεσθε παρ’ αὐτῶν τῶν ποιούντων ἃ ποιοῦσιν ἀκούειν καλόν.