Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

ταυτὶ μέν, ὁπότε οἴκοι μένοι Κλημάτιος, παρακαθημένου δὲ καὶ τούτων ἐδυνάμην κρατεῖν οὕτως ἰσχυρότερος ἦν φαρμάκων πείθων φέρειν, συναχθόμενος, παίζων, σπουδάζων, ἀναμιμνήσκων τῶν ἀρχαίων, χρηστόν τι προλέγων.

τὸ πολὺ δὲ τῶν λόγων Ἀρισταίνετος ἦν καὶ μετ’ ἐκεῖνον Ἄλκιμος, καὶ παντὶ τῷ παραπίπτοντι τὸ σὸν ὄνομα ἐπεισήγετο. εἴτε γάρ τις εἰς ἡμᾶς ἐφάνη ῥᾴθυμος, ἀλλ’ οὐκ Ἀρισταίνετός γε τοιοῦτος ἐλέγετ’ ἄν, εἴτε ὄντως φίλον ἐπῄνει, ἀλλ᾿ οὐκ Ἁρισταινέτῳ γε παραπλήσιος οὗτος προσετίθετο ἄν.

ὡς δὲ ἐγέ- νετό μοι καὶ θυρῶν ἔξω φανῆναι, παρά τε τὸν Στρατήγιον ᾖμεν καὶ ἐπὶ λουτρὸν ἐκεῖθεν, ὁ μὲν λουσόμενος, ἐγὼ δὲ αὐτὸν τῶν Ὁμήρου τι περιέμενον ᾄδων. διὰ δὲ τὸ σφόδρα ἀλλήλοις [*](4 cf. ep. 629 6 cf. ep. 435 p. 426, 13. Seeck 110 10 Seeck 283 17 Seeck 62) [*](1 ἥσει Va 2 ἐνέβαλεν Va 4 ἐνναίοντες scripsi nt ep. 629 ἐννέονιες libri Wolf Ι ταῖς delendum censet Wolf Add 866 Ι χερ- σὶν Va Wolf 6 εὔνους scripsi εὔνοος libri Wolf 6 ἐχρῆν ν sed ἑ eras Ι ἔδωκεν Va 7 τε reposui e libris μὲν Wolf 8 τε scripsi e V δὲ Va Wolf 9 σκεψάμενος Va 10 παρεσκεύασεν Va 14 οὑ Va 18 εἰσήγετο ἐπ antepos m4, Va Ι εἴτε V sed ε(2) ex ? corr m5 20 εἴτ’ V Ι φίλον scripsi e V φιλῶν Va Wolf | ἐπῄνει reposui e libris ἐπῄει Wolf 21 προσετίθετ’ V 28 ἦμεν scripsi ἦμεν libri Wolf Ι λουτρὸν Wolf)

420
συνεῖναι θαῦμα ἦν ἅτερος ἐπ’ ἀγορᾶς ὁρώμενος, καί τινα σκώμματα ὑπεμένομεν ὡς ἂν ἐξ ἀλλήλων ἠρτημένω.

τὸν θεῖον δέ μου φιλῶν τε ὥσπερ ἐμὲ καὶ νομίζων περὶ σὲ γνώ- μης ἔχειν ὥσπερ ἐγὼ δίκαια ἇι ποιοίης. ὅς εἰς τοῦτο ἥκει τοῦ πεπεῖσθαι κρατεῖν σε πάντων ἀρετῇ, ὥστε πρὸ τοῦ μὲν ταῦτα ἀκούων ἥδετο, νῦν δὲ ἐν τοῖς <φάσκουσιν> ἀριθμεῖται.

Κλημάτιος δὲ αὐτὸν ὡς μὲν νοῦν ἔχοντα πάλαι ἐθαύμα- σεν, νῦν δὲ καὶ φιλεῖ, διότι σὲ ἐκεῖνος καὶ δὴ καὶ αὐτὸν ἐκ Ῥώμης ἥκοντα ἤρου φάσκοντα ἀνδράσιν ἐντυχεῖν ἀγα- θοῖς αὐτόθι, διηγήσατο πολλάκις· ἔλεγε δὲ ὡς αὐτὸς μὲν ἥκων ἐπαινοῖ τὴν ἐν Ῥώμῃ βουλὴν ἐπὶ φρονήσει, σὺ δ’ εἰ Φασγανίῳ τις προσόμοιος, πύθοιο.

τοῦτο δὲ ἡμῖν ἐντι- μότερον ἢ εἰ Πινδάρῳ πολλὰ εἰς τὴν ἡμετέραν οἰκίαν ἐγέ- γραπτο. Κλημάτιον δὲ τὸ μὲν ἐρώτημα ἀπαγγείλαντα καὶ ὡς ἠπόρησεν ἀποκρίσεως ἐπαινῶ, μέμφομαι δὲ ὅτι με βουλόμε- νος ὑγιαίνειν ἔσθ’ ὅτε καὶ ἀρρωστοῦντος ἥδετο. εἰδὼς γὰρ ὡς μὴ νοσοῦντος μὲν ἀπεκλείετ’ ἂν ὑπὸ τῶν βιβλίων, ἀσθε- νοῦντι δὲ ἔχει λαλεῖν, ὁπότε ἐθέλοι, λαβών με ῥᾴω ποτὲ τοῦτο ἐξελάλησεν, ὡς ἄρα τι αὑτῷ καὶ χαρίσαιτο ἡ νόσος.

σὺ δ αὐτὸν ἢ ἐν Νικαίᾳ κατέχειν, ἴως ἂν πάντα ἀκούσῃς — ὡς πολλήν γε κομίζει διὴγησιν —ἢ συνοδοιπορεῖν εἰς Νικομήδειαν ὑπὲρ τῆς ἀκοῆς

[*](3 Phasganium cf. I. 12)[*](1 ἅτερος scripsi cum Re ἀστέρος VVa sed in hoc eras ἀστέρος Wolf 6 φάσκουσιν inserai cum Re Suppl qui antea λέγουσιν coni om libri Wolf Ι ἀριθμεῖσθαι Snppl 7 ἐθαύμα- ζεν V 8 ὡς ante αὐτὸν inaerendum coni Re 9 ἤρου V 10 γὰρ post διηγήσατο inserendum coni Re Ι ἔλεγεν Va 12 προσ ὅμοιος Va 13 εἰ om V 15 με inserui e libris om Wolf 17 ἀπεκλείετ’ repoaui e libris sed suppl Va5 ἀποκλείετ᾿ Wolf Ι όσθsνοῦντι et λαλεῖν scripsi e V ἀσθενοῦντος et λαβεῖν Va Wolf 18 ὁππότε V Ι ἐθέλοι Va sed οι in ουσι corr m5 Ι δὲ V sed in ras m5 Ι ῥαίων V sed ν eras 19 αύτῷ libri Wolf)
421

υλα΄.

[*](W 1200)

Ἀκακίῳ. (355)

Τῷ Δάφνῳ πᾶσα ἀνάγκη καὶ πείρα προσενήνεκται πάντα μὲν Κληματίου πεποιηκότος, οὐκ ὀλίγα δὲ Ἀποδημίου, τάχα δέ τι καὶ ἡμῶν. καὶ μὴν καὶ Σrρατήγιος ἀκούσας εἶναί σοι δίκην εὐθύς τε ἐπίστευσεν ὡς ἀδικεῖ, καὶ οἷος ἦν μηδὲν ἐλλεί- πειν.

ἀλλ’ ὁ Δάφνος καὶ ἡμῶν καὶ νόμων καὶ ἀρχόντων καταγελᾷ· τοιοῦτον ἔχει συνήγορον τὴν πενίαν, ὑφ’ ἧς ἂν μὴ πεινῶν κοιμηθῇ, πλουτεῖν οἴεται, ὅμως δὲ οὐδ’ οὕτω λέλυται. καταστήσας δὲ ἐγγυητὴν σὲ περιμένει. τουτὶ γὰρ ἡμῖν σκο- πουμένοις ἐφάνη λοιπόν.