Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἡ μὲν λέξις τῶν ἐπιστολῶν ἔπειθεν ἡμᾶς ὡς σύνει τῷ Πλάτωνι, τὸ δὲ ἀκμάζειν ἐν σοὶ τὴν ἀθυμίαν ἔτι καὶ τὴν τρίχα πρὸς πένθος ἀνεῖσθαι καὶ τὴν οἰκίαν ὡς ἐπὶ χθὲς τῇ τελευτὴ συμβάσῃ διακεῖσθαι, ταῦτα οὐκέτι πάνυ προσκειμένου τῷ Πλάτωνι. καίτοι πολὺ βέλτιον ἂν ἦν, εἰ τὴν γνώμην μᾶλλον ἢ τὴν γλῶτταν ὤνησο.
σὺ μὲν οὖν οἴει σύμφωνα ταῦτα ποιεῖν οἷς περὶ ζῶσαν ἔπραττες, εὐφραίνειν γὰρ δὴ καὶ νῦν ὥσπερ καὶ τότε· δοκεῖς δέ μοι ζῶσαν οὐδὲν λυπήσας πάνυ τοῦτο δρᾶν εἰς ἀπελθοῦσαν. εἰ γὰρ ὅπως σαυτὸν διαφθείρεις, αἴσθοιτο, μέγα ἂν στενάξαι τοσούτῳ κακῷ διδοῦσα ἀφορμήν.
ἀλλ’ ὑπὲρ μὲν τούτων εἰ μὴ σαυτῷ διαλέξῃ, τά γε παρ’ ἄλλου μάταια· ἐγὼ δὲ ἃ νοσεῖν πλασάμενος ἔφυγον ἥνπερ ἔφυ- γον πόλιν, ταῦτα ἐνθάδε νοσῶ. καὶ οὕτως ἄρα ἡδὺ πατρίς, ὥστε ἄμεινόν μοι τῇδε πονεῖσθαι ἡ παρ’ ἐκείνοις ὑγιέστερον εἶναι Κρότωνος.
τὸ κακὸν δὲ πάλαι μὲν ἐπέκειτο τῇ κε- φαλῇ, νῦν δὲ εἰς τοὺς νεφροὺς κατέβη, μᾶλλον δέ, τούτους μὲν ἰσχυρῶς πιέζει, τὴν δὲ οὐ τελέως ἠλευθέρωσεν, ἀλλ’ ἔκει [*](4 VI γ΄, ρκ΄. Va ε΄, μζ΄) [*](1 Acacius I Salzmann 18 2 cf. ep. 746 5 Sievers 70 not. 48. 224, 4. Seeck 86. 322 7 cf. ep. 414. 427 15 II. π 391 cf. t. II 104, 11 18 Constantinopolin. cf. Sievers 63 not. 6 20 cf. ad ep. 369) [*](1 μεγάλα S 2 καὶ πορθμοῦ libri Wolf delevi cum Salz- manno 18 coll. ep. 221 Ι τῆς ante Σικελίας SD Wolf delevi 9 δὲ poat ταῦτα Va Wolf et inser V5 διακεῖσθαι. ταῦτα δὲ Wolf Add 866 num ταῦτά γε? 11 λέξιν V 12 περιζῶσαν Va Ι δὴ scripsi e V sed ἡ ex εῖ corr m4, Va ut coni Re δεῖ Wolf 14 διαφθείρεις scripsi e V sed e διαφθερεῖς corr m4, ut coni Re διαφθερεῖς Va Wolf)
ἦρι μὲν οὖν ἄνωθεν ἐρρύη, παντὶ δὲ ἐνέβαλε σθένει· φάρμακα δὲ πάντα ἠλέγχετο καὶ ίατροὶ τὴν μὲν ὑπερβολὴν ἐθαύμαζον, κωλύειν δὲ οὐκ εἶχον. καὶ διετελέσαμεν ἐνναίοντες αὐτῶν ταῖς χερσὶ καὶ οὐδὲν ὅ τι οὐκ ἀνεχόμενοι.
θεῶν δὲ ἄρα τις ἡμῖν εὔνους, ὅστις, ἐπειδὴ χρῆν με καμεῖν, ἔδωκε παραμύθιον τὴν Ματίου παρουσίαν. ἐλθὼν μὲν γὰρ εὐθὺς ἀκροάσεως μετέσχεν, ὃ ἦν ἐκείνῳ τε πάμμεγα ἐμοί τε οἷον οὐκ ἄλλο.
ἔπειθ’ ὁ μὲν ὑπὲρ τὸν Εὐφράτην ἐλθὼν τὰ Περσῶν σκεψόμενος, ἐπειδὴ ἐπῄεσαν, ἀναστρέψας ὀξέως παρεσκεύασε Στρατήγιον πρᾶξαι ταῦτα ἀφ’ ὧν ἐκεῖνοι ταχέως ἀπῆλθον· ἐμοὶ δὲ ἐνέβαλον ἀλγηδόνες, ἇί τῆς κλίνης ἐξανιστᾶσαι περιτρέχειν ἠνάγκαζον.
ταυτὶ μέν, ὁπότε οἴκοι μένοι Κλημάτιος, παρακαθημένου δὲ καὶ τούτων ἐδυνάμην κρατεῖν οὕτως ἰσχυρότερος ἦν φαρμάκων πείθων φέρειν, συναχθόμενος, παίζων, σπουδάζων, ἀναμιμνήσκων τῶν ἀρχαίων, χρηστόν τι προλέγων.
τὸ πολὺ δὲ τῶν λόγων Ἀρισταίνετος ἦν καὶ μετ’ ἐκεῖνον Ἄλκιμος, καὶ παντὶ τῷ παραπίπτοντι τὸ σὸν ὄνομα ἐπεισήγετο. εἴτε γάρ τις εἰς ἡμᾶς ἐφάνη ῥᾴθυμος, ἀλλ’ οὐκ Ἀρισταίνετός γε τοιοῦτος ἐλέγετ’ ἄν, εἴτε ὄντως φίλον ἐπῄνει, ἀλλ᾿ οὐκ Ἁρισταινέτῳ γε παραπλήσιος οὗτος προσετίθετο ἄν.
ὡς δὲ ἐγέ- νετό μοι καὶ θυρῶν ἔξω φανῆναι, παρά τε τὸν Στρατήγιον ᾖμεν καὶ ἐπὶ λουτρὸν ἐκεῖθεν, ὁ μὲν λουσόμενος, ἐγὼ δὲ αὐτὸν τῶν Ὁμήρου τι περιέμενον ᾄδων. διὰ δὲ τὸ σφόδρα ἀλλήλοις [*](4 cf. ep. 629 6 cf. ep. 435 p. 426, 13. Seeck 110 10 Seeck 283 17 Seeck 62) [*](1 ἥσει Va 2 ἐνέβαλεν Va 4 ἐνναίοντες scripsi nt ep. 629 ἐννέονιες libri Wolf Ι ταῖς delendum censet Wolf Add 866 Ι χερ- σὶν Va Wolf 6 εὔνους scripsi εὔνοος libri Wolf 6 ἐχρῆν ν sed ἑ eras Ι ἔδωκεν Va 7 τε reposui e libris μὲν Wolf 8 τε scripsi e V δὲ Va Wolf 9 σκεψάμενος Va 10 παρεσκεύασεν Va 14 οὑ Va 18 εἰσήγετο ἐπ antepos m4, Va Ι εἴτε V sed ε(2) ex ? corr m5 20 εἴτ’ V Ι φίλον scripsi e V φιλῶν Va Wolf | ἐπῄνει reposui e libris ἐπῄει Wolf 21 προσετίθετ’ V 28 ἦμεν scripsi ἦμεν libri Wolf Ι λουτρὸν Wolf)
τὸν θεῖον δέ μου φιλῶν τε ὥσπερ ἐμὲ καὶ νομίζων περὶ σὲ γνώ- μης ἔχειν ὥσπερ ἐγὼ δίκαια ἇι ποιοίης. ὅς εἰς τοῦτο ἥκει τοῦ πεπεῖσθαι κρατεῖν σε πάντων ἀρετῇ, ὥστε πρὸ τοῦ μὲν ταῦτα ἀκούων ἥδετο, νῦν δὲ ἐν τοῖς <φάσκουσιν> ἀριθμεῖται.
Κλημάτιος δὲ αὐτὸν ὡς μὲν νοῦν ἔχοντα πάλαι ἐθαύμα- σεν, νῦν δὲ καὶ φιλεῖ, διότι σὲ ἐκεῖνος καὶ δὴ καὶ αὐτὸν ἐκ Ῥώμης ἥκοντα ἤρου φάσκοντα ἀνδράσιν ἐντυχεῖν ἀγα- θοῖς αὐτόθι, διηγήσατο πολλάκις· ἔλεγε δὲ ὡς αὐτὸς μὲν ἥκων ἐπαινοῖ τὴν ἐν Ῥώμῃ βουλὴν ἐπὶ φρονήσει, σὺ δ’ εἰ Φασγανίῳ τις προσόμοιος, πύθοιο.
τοῦτο δὲ ἡμῖν ἐντι- μότερον ἢ εἰ Πινδάρῳ πολλὰ εἰς τὴν ἡμετέραν οἰκίαν ἐγέ- γραπτο. Κλημάτιον δὲ τὸ μὲν ἐρώτημα ἀπαγγείλαντα καὶ ὡς ἠπόρησεν ἀποκρίσεως ἐπαινῶ, μέμφομαι δὲ ὅτι με βουλόμε- νος ὑγιαίνειν ἔσθ’ ὅτε καὶ ἀρρωστοῦντος ἥδετο. εἰδὼς γὰρ ὡς μὴ νοσοῦντος μὲν ἀπεκλείετ’ ἂν ὑπὸ τῶν βιβλίων, ἀσθε- νοῦντι δὲ ἔχει λαλεῖν, ὁπότε ἐθέλοι, λαβών με ῥᾴω ποτὲ τοῦτο ἐξελάλησεν, ὡς ἄρα τι αὑτῷ καὶ χαρίσαιτο ἡ νόσος.
σὺ δ αὐτὸν ἢ ἐν Νικαίᾳ κατέχειν, ἴως ἂν πάντα ἀκούσῃς — ὡς πολλήν γε κομίζει διὴγησιν —ἢ συνοδοιπορεῖν εἰς Νικομήδειαν ὑπὲρ τῆς ἀκοῆς
[*](3 Phasganium cf. I. 12)[*](1 ἅτερος scripsi cum Re ἀστέρος VVa sed in hoc eras ἀστέρος Wolf 6 φάσκουσιν inserai cum Re Suppl qui antea λέγουσιν coni om libri Wolf Ι ἀριθμεῖσθαι Snppl 7 ἐθαύμα- ζεν V 8 ὡς ante αὐτὸν inaerendum coni Re 9 ἤρου V 10 γὰρ post διηγήσατο inserendum coni Re Ι ἔλεγεν Va 12 προσ ὅμοιος Va 13 εἰ om V 15 με inserui e libris om Wolf 17 ἀπεκλείετ’ repoaui e libris sed suppl Va5 ἀποκλείετ᾿ Wolf Ι όσθsνοῦντι et λαλεῖν scripsi e V ἀσθενοῦντος et λαβεῖν Va Wolf 18 ὁππότε V Ι ἐθέλοι Va sed οι in ουσι corr m5 Ι δὲ V sed in ras m5 Ι ῥαίων V sed ν eras 19 αύτῷ libri Wolf)