Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
παραινῶ δή σοι τὸν ἄνδρα προσιόντα τε ὡς ἀσμενέστατα δέχεσθαι καὶ μὴ τοῦτο ποιοῦντα μεταπέμ- πεσθαι σύμβουλόν τε ποιεῖσθαι καὶ τἄλλα πιστεύειν · ὡς ἀμ- φοτέρους γε ἐπαινέσῃ τὸν μὲν τοῦ συμπροθυμηθῆναί σοι, τοῦ προξενῆσαι δὲ ἐμέ, καὶ τρίτον γε τοῦ πεισθῆναι σαυτόν.
νῦν μὲν οὖν μαθητής τε ἡμέτερος εἶναι φῄς καὶ λόγων ὀφείλειν χάριτας, Εὐτολμίῳ δὲ χρησάμενος ἔργα φήσεις πρὸς τοῖς λόγοις ὀφείλειν. εἴη δέ σε τῆς μὲν φρονήσεως αὐτοῦ πεῖ- ραν τοῖς λαμβάνειν, τῆς διατριβῆς δὲ ἐν ἄλλων σώμασιν.
[*](8 cf. t. V 206, 2 10 Thuc. II 80, 2)[*](1 ἦλθεν SVi 2 οὔτε VVa Ι πρότερον scripsi πρῶτον libri Wolf Ι εἴη V sed ς add m4, Va 4 πραότητα VSViD 6 τοῦτο VVa Ι συνηύχετο SD Wolf | ῥᾳστώνην libri Wolf 6 κατὰ om Vi Ι πατρὶ V sed τρὶ add m2 7 υἱέως V sed ω in ο corr m4, ViD Wolf Ι προσιόντα V sed σ inser m4 8 ὡς ἀσμενέστατα] ἀσπάσασθαι καὶ ὡς εὐμενέστατα S Ι ἀσμενέστατα Vi sed σμ in ras | μεταπέμπειν V sed εἰν in ἕσθαι corr m4, Va 9 σύμβολόν S Ι τἆλλα Va τὰ ἄλλα V ἄλλα S 10 ἐπαινέσει V Va ἐπαινέσαι S ἐπαινέσεις Vi Ι τὸν μὲν τοῦ συμπροθυμηθῆναί σοι scripsi e V sed ὸν in ras, τοῦ ex οὖν, μηθῆωαί σοι e μήσε- ταί σοι corr m4 τὸν μὲν οὖν συμπροθυμήσεταί σοι Va τοῦ μὲν προθυμηθῆναι σὲ SViD Wolf τοῦ μὲν προθυμηθῆναι τοῦτον Re 11 δ’ Vi I καὶ — σαυτόν om Vi Ι αὐτόν (i. e. Eutolminm) Re μὲν om D Ι τε inserui e VVa om SViD Wolf Ι φὴς libri Wolf 18 ἔργα scripsi e V ἔργον VaSVi ἔργων D Wolf)υκς΄.
[*](W 1237). . . . . . (355)
Ἆρ’ οἶσθα ὅτι καὶ τοῦτό σοι πολλὴν εὐφημίαν ἔχει τοὺς ἐν λόγοις ἡμᾶς τῷ περὶ τὰ ὅπλα σοὶ θαρρεῖν ἐπιστέλλειν; ση- μεῖον γὰρ οἶμαι τοῦτο τοῦ χαλεπὸν μὲν τοῖς πολεμίοις, ἥμερον δὲ πρὸς τοὺς οἰκείους εἶναι, τοῦτο δὴ τὸ πάλαι ὑμνούμενον, ὅτι χρὴ τὸν ἅπερ σὺ μέτει, καὶ ταῦτα κἀκεῖνα ἀγαθὸν εἶναι.