Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
καὶ δῆτά μοι δοκεῖς ἤδη τοῦ μεγίστου τυγχάνειν. ὃς γὰρ ἄριστός ἐστι τῶν παρ’ ὑμῖν, οὗτός ἐστί σοι φίλος ἀπὸ θαυμάζειν εἰς τὸ φιλεῖν ἐλθών. Εὐτόλμιος [*](3 Vi γ΄, ριδ. Va ε΄, μα΄. S β΄, ζ΄. Vi [ρα΄]. D νδ΄ 11 VI γ', ριε΄ (=Ϡ΄). Va ε΄, μδ΄ sed μβ΄ infrascr m2. S β΄, ἑ Vi ογ΄]. D v) [*](4 Sievers 116 not. 69, Seeck 98. 321 9 cf. ep. 1397. Salz- mann 80 12 Seeck 91. 322 19 Seeck 151) [*](1 τοῦτον inserui e libris om Wolf Ι καὶ χρῆν] ἐχρῆν S 4 βακχείῳ Vi τῷ αὐτῷ (i e. Βακχίῳ) VaSD 5 δοῦναι V 6 δὲ inser Vi Ι „malim ἔφης“ Wolf 8 ἐνέγκοι D Wolf Ι μὲν inserui ut in marg inser V4 om VaSViD Wolf 9 δὲ inser V4 Ι αὐ- τῶν Vi 10 μεμφόμεθα Vi 15 χειμῶνας D Wolf Ι ἀφῆκας τὸ σκάφος Vi 16 τοῦτο σεαυτὸν Va 17 ἤδη om D | τῶν Vi 18 ἡμῖν SViD)
καὶ οὔτ’ ἐγώ τι πρότερον ἠρόμην ἡ ὅστις εἴης ἐπὶ τῆς ἀρχῆς αὐτός τε οἷς ἀπεκρίνατο δῆλος ἦν οὐκ ἂν ἡδέως ἕτερα πρὸ τούτων ἐρωτηθείς. καὶ ἐπῄνει τε τὴν πρᾳότητα καὶ ἐδεδοίκει τοῦθ’ ὅπερ ἡμεῖς, τὴν ἀπορίαν, καὶ συνεύχετο ῥᾳστώ- νην καὶ ὅλως ἐῴκει κατὰ τὴν γνώμην πατρὶ τρέφοντι φρον- τίδας ὑπὲρ υἱέος.
παραινῶ δή σοι τὸν ἄνδρα προσιόντα τε ὡς ἀσμενέστατα δέχεσθαι καὶ μὴ τοῦτο ποιοῦντα μεταπέμ- πεσθαι σύμβουλόν τε ποιεῖσθαι καὶ τἄλλα πιστεύειν · ὡς ἀμ- φοτέρους γε ἐπαινέσῃ τὸν μὲν τοῦ συμπροθυμηθῆναί σοι, τοῦ προξενῆσαι δὲ ἐμέ, καὶ τρίτον γε τοῦ πεισθῆναι σαυτόν.
νῦν μὲν οὖν μαθητής τε ἡμέτερος εἶναι φῄς καὶ λόγων ὀφείλειν χάριτας, Εὐτολμίῳ δὲ χρησάμενος ἔργα φήσεις πρὸς τοῖς λόγοις ὀφείλειν. εἴη δέ σε τῆς μὲν φρονήσεως αὐτοῦ πεῖ- ραν τοῖς λαμβάνειν, τῆς διατριβῆς δὲ ἐν ἄλλων σώμασιν.
[*](8 cf. t. V 206, 2 10 Thuc. II 80, 2)[*](1 ἦλθεν SVi 2 οὔτε VVa Ι πρότερον scripsi πρῶτον libri Wolf Ι εἴη V sed ς add m4, Va 4 πραότητα VSViD 6 τοῦτο VVa Ι συνηύχετο SD Wolf | ῥᾳστώνην libri Wolf 6 κατὰ om Vi Ι πατρὶ V sed τρὶ add m2 7 υἱέως V sed ω in ο corr m4, ViD Wolf Ι προσιόντα V sed σ inser m4 8 ὡς ἀσμενέστατα] ἀσπάσασθαι καὶ ὡς εὐμενέστατα S Ι ἀσμενέστατα Vi sed σμ in ras | μεταπέμπειν V sed εἰν in ἕσθαι corr m4, Va 9 σύμβολόν S Ι τἆλλα Va τὰ ἄλλα V ἄλλα S 10 ἐπαινέσει V Va ἐπαινέσαι S ἐπαινέσεις Vi Ι τὸν μὲν τοῦ συμπροθυμηθῆναί σοι scripsi e V sed ὸν in ras, τοῦ ex οὖν, μηθῆωαί σοι e μήσε- ταί σοι corr m4 τὸν μὲν οὖν συμπροθυμήσεταί σοι Va τοῦ μὲν προθυμηθῆναι σὲ SViD Wolf τοῦ μὲν προθυμηθῆναι τοῦτον Re 11 δ’ Vi I καὶ — σαυτόν om Vi Ι αὐτόν (i. e. Eutolminm) Re μὲν om D Ι τε inserui e VVa om SViD Wolf Ι φὴς libri Wolf 18 ἔργα scripsi e V ἔργον VaSVi ἔργων D Wolf)