Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
τὴν δ’ [*](1 Vi γ΄, ρς΄. Va ε΄, λγ΄ γ΄, ρζ΄. Va ε΄, λδ΄ 12 12 VI γ΄, ρη΄. Va ε΄, λε΄ 16 VI γ΄, ρθ΄. Va ε΄, λς΄) [*](2 cf. ep. 899. Seeck 71. 820 4 Olympius cf. ep. 416 7 Seeck 138. 320 10 cf sd ep. 368 13 Seeck 228. 820 17 Seeck 136. 320 18 sq. Eur. Andr. 1217. [Plat.] Axioch. p. 366 D) [*](9 ἐκκαλέσωμαι V sed co ex ο corr m3 16 τἆλλα V 19 ἐφιέν- των scripsi e V ἐφέντων Va Wolf)
υκ'.
[*](W 1184)Συγκλητίῳ. (355)
Ζηνόβιος ἡμῖν διδάσκαλος καὶ πάντα ἦν. τούτῳ συγγε- νής ἐστι Βοηθός. τῷ δ’ αὖ Βοηθῷ τούτῳ παῖς ὁμώνυμος, ὃς τὸν διδάσκαλον ἡμῖν ἀγαπώμενος ὡς υἱὸς ἐθεράπευσεν ὡς οἰκέτης. ὅστις δὲ ἐκείνῳ τι καὶ μικρὸν ἐχαρίζετο, τοῦτον ἡμεῖς τίθεμεν εἰς τοὺς τὰ μέγιστα κεχαρισμένους ἡμῖν.
τὸν μὲν οὖν νεώτερον Βοηθὸν ἐνθάδε οἰκοῦντα ὅ τι ἔχομεν εὖ ποι- οῦμεν, τὸν δὲ πρεσβύτερον παρ’ ὑμῖν τε ὄντα καὶ διὰ τὴν τοῦ παιδὸς χρηστότητα δίκαιον εὖ παθεῖν ὄντα σύ τι ποίησον ἀγαθόν· ὡς τῆς ἐπὶ τῶν δικῶν ἀκριβείας οὐ χεῖρον τὸ τοὺς φιλοῦντας ἐκ τῶν δικαίων εὐφραίνειν.
υκα'.
[*](W 1286)Ἐλπιδίῳ. (355)
Ἐγώ σε ᾤμην εὐθὺς ἀκούσαντα παρ’ ἡμῖν εἶναι τὸν ἄρχοντα καὶ αὐτὸν ἔσεσθαι παρ’ ἡμῖν· οἷς τε γὰρ ἤχθου με- γάλα ἦν καὶ ταῦτα ἴδει λυθῆναι καὶ ἄλλως οὐκ ἦν. σὺ δὲ 20 οὔτε ἀφῖξαι τοῦ τε μὴ ἥκειν τὴν αἰτίαν οὐκ ἐδήλωσας.
εἰ [*](4 Vi γ΄, ρι΄. Va ε΄, λζ΄. S β΄, γ΄. Vi [οα΄]. D κη΄ γ΄, ριά. Va ἑ, λη΄) [*](6 Seeck 286. 321 17 Seeck 171. 821) [*](6 Συγκλητικῷ S συγηλιτίω D Παρνασίῳ e Mutinensi C (= XXV) Wolf 8 ἀγαπώμενος scripsi e VaSViD cum Re ἀγαπᾶ sed in ἠγάπα corr m4, μὲν V ἀγαπῶν μὶν Wolf Ι ἐθε- ράπευεν Va ἐθεράπευε δὲ V 11 ὅτι V 18 σὺ τὶ Vi 21 οὔτε scripsi e V ut coni Re οὕτε Va τοῦ τι Wolf)
υκβ΄.
Ἀπαργγίῳ. (355)
Σὺ μὲν ἐν ἀγροῖς ἔτι καὶ βιβλίοις, ἡ Τύχη δέ σε καλεῖ πρὸς τὸ βῆμα καὶ δίκας. ἧκε δὴ τοῦτο δράσων, ἐφ’ ᾧπερ ἐπόνεις, καὶ πορεύου τὴν πατρῴαν ὁδὸν τέτταρα ἔχων εἰς τὸ θαρρεῖν τοὺς λόγους, εὔνοιαν ἄρχοντος, τοκέα διδάσκαλον, ἡμετέρας εὐχάς.
υκγ΄.
Ἀνατολίῳ. (355)
Πόλλα κακὰ περὶ τὸ σῶμα παθὼν καὶ τῶν μὲν μόλις ἀπαλλαγείς, τὰ δὲ ἔτι φέρων ἕν ἔχω παραμύθιον τὰς ἐλπίδας τὰς περὶ σέ. μὴ γὰρ οἴου τοὺς ἀνθρώπους ἄλλο τι ᾄδειν ἡ ὡς αὐτίκα μάλα ἔσται σοὶ μὲν σχῆμα πάλαι προσῆκον, τοῖς δὲ πράγμασι σωτηρία.
ταύτην δὲ τεκμαίρονται δυοῖν, ἀρετῇ τε σῇ καὶ τῷ τὸν βασιλέα δι’ ὧν ἔστι σώζειν τὰς πόλεις ὁρᾶν.
ἀλλ’ ὅπως μὴ πάλιν φύγῃς προσιοῦσαν ἀρχήν· οὐ γὰρ κα- [*](5 Vi γ΄, ριβ΄. Va ε΄, λθ΄. S β΄, δ΄. Vi [oβ΄], D λε΄ 12 VI γ΄, ριγ΄. Va ε΄, μ΄. S β΄, νς΄. Vi [ρκβ΄]) [*](6 Seeck 80. 821 13 Sievers 74 not. 21. Seeck 61. 321) [*](1 τι scripsi e Va τὸ V Wolf „fort. καλὸν τίθη τὸ aut ἐν τῷ καλῶ τίθῃ“ Re 6 Ἀπρισκίῳ S 8 τὰς ante δίκας D Ι δὲ VVa Ι ἐφ’ ὤπερ scripsi ἐφῶπερ Va ἐφ’ περ VSViD Wolf 9 πατρῴαν VaSD 13 τῷ αὐτῷ (i. e. Ἀνατολίῳ) SVi 15 τὰ] τῶν Vi 16 ἄλλὄτι ἄλλότι Vi 18 ταύτῃ V sed V add m4, Va Ι δυεῖν Va 19 εἰσ V sed in ἐστι corr m4, Va | τὰς πόλεις σωίζειν V 20 μοι S Ι προιοῦσαν V sed σ post o inser m4, Va)
υκδ΄.
[*](W 1194)Βακχίῳ. (355)
Σὺ τῶν ἐμῶν κύριος βραδέως τε ἀποδοῦναι καὶ κατα- σχεῖν, εἰ βούλοιο. ὃ δὲ καὶ πρὸς παρόντα ἔφην, οἴεσθαι μέν σε κάλλος ἐνεῖναι τοῖς ἐμοῖς πιστεύω· δέδοικα μέντοι μή σοι τοῦτό τὴν χείρω δόξαν ἐνέγκῃ. ἐγὼ μὲν γὰρ οὐδὲν ἱερόν, οἱ δὲ πίθηκοι πιθηκίζοντες τὰ αὑτῶν ποιοῦσι.
μὴ τοίνυν αὐτοὺς μεμφώμεθα.
υκε'.
[*](W 1191)Ἀσκληπιῷ. (355)
Ἐφρόντιζον, ἐπειδὴ ἐνθένδε ἀπῆρας, ὅπως ἡμῖν περιέσῃ τῶν πραγμάτων, οὐ σοῦ τινα ἀσθένειαν καταγνούς, ἀλλ’ ἐκείνοις ἐνορῶν μοχθηρίαν. ἀτεχνῶς γὰρ εἰς χειμῶνα τὸ σκάφος ἀφῆκας. ἀλλά τοι τοῦτό σε αὐτὸ καὶ ποιείτω ἄρχοντα ἀγαθὸν τὸ μείζω σοι λόγον ἀπὸ τῆς δυσκολίας ἔσεσθαι.
καὶ δῆτά μοι δοκεῖς ἤδη τοῦ μεγίστου τυγχάνειν. ὃς γὰρ ἄριστός ἐστι τῶν παρ’ ὑμῖν, οὗτός ἐστί σοι φίλος ἀπὸ θαυμάζειν εἰς τὸ φιλεῖν ἐλθών. Εὐτόλμιος [*](3 Vi γ΄, ριδ. Va ε΄, μα΄. S β΄, ζ΄. Vi [ρα΄]. D νδ΄ 11 VI γ', ριε΄ (=Ϡ΄). Va ε΄, μδ΄ sed μβ΄ infrascr m2. S β΄, ἑ Vi ογ΄]. D v) [*](4 Sievers 116 not. 69, Seeck 98. 321 9 cf. ep. 1397. Salz- mann 80 12 Seeck 91. 322 19 Seeck 151) [*](1 τοῦτον inserui e libris om Wolf Ι καὶ χρῆν] ἐχρῆν S 4 βακχείῳ Vi τῷ αὐτῷ (i e. Βακχίῳ) VaSD 5 δοῦναι V 6 δὲ inser Vi Ι „malim ἔφης“ Wolf 8 ἐνέγκοι D Wolf Ι μὲν inserui ut in marg inser V4 om VaSViD Wolf 9 δὲ inser V4 Ι αὐ- τῶν Vi 10 μεμφόμεθα Vi 15 χειμῶνας D Wolf Ι ἀφῆκας τὸ σκάφος Vi 16 τοῦτο σεαυτὸν Va 17 ἤδη om D | τῶν Vi 18 ἡμῖν SViD)
καὶ οὔτ’ ἐγώ τι πρότερον ἠρόμην ἡ ὅστις εἴης ἐπὶ τῆς ἀρχῆς αὐτός τε οἷς ἀπεκρίνατο δῆλος ἦν οὐκ ἂν ἡδέως ἕτερα πρὸ τούτων ἐρωτηθείς. καὶ ἐπῄνει τε τὴν πρᾳότητα καὶ ἐδεδοίκει τοῦθ’ ὅπερ ἡμεῖς, τὴν ἀπορίαν, καὶ συνεύχετο ῥᾳστώ- νην καὶ ὅλως ἐῴκει κατὰ τὴν γνώμην πατρὶ τρέφοντι φρον- τίδας ὑπὲρ υἱέος.
παραινῶ δή σοι τὸν ἄνδρα προσιόντα τε ὡς ἀσμενέστατα δέχεσθαι καὶ μὴ τοῦτο ποιοῦντα μεταπέμ- πεσθαι σύμβουλόν τε ποιεῖσθαι καὶ τἄλλα πιστεύειν · ὡς ἀμ- φοτέρους γε ἐπαινέσῃ τὸν μὲν τοῦ συμπροθυμηθῆναί σοι, τοῦ προξενῆσαι δὲ ἐμέ, καὶ τρίτον γε τοῦ πεισθῆναι σαυτόν.