Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἐπειδὴ πάλαι τῆς βοηθείας ἤρξω, καθ’ ἣν ἐκομισάμην τὴν ἐμαυτοῦ, βραχὺς ἀρκέσει μοι λόγος· πείθοντι μὲν γὰρ μα- κρῶν ἂν ἔδει, κινοῦντι δὲ τὸν πεπεισμένον οὐδὲν ἂν δέοι πολλῶν.
χεῖρα ὄρεξον, ὦ ἄριστε, τήρησον τὴν σαυτοῦ γνώ- μην, δὸς διὰ τέλους τὴν χάριν, μή με περιίδῃς ἀποσπώμενον ἀτυχοῦντος θείου καὶ πενομένων ἀδελφῶν καὶ μητρὸς ὑπὸ γήρως κειμένης μηδὲ ἐμὲ μὲν ἑλκόμενον εἰς γῆν ξένην, ἐκεί- ὄις δὲ πικρὰν τὴν πατρίδα γινομένην.
ποιεῖ δέ σοι τοὺς ὑπὲρ ἡμῶν λόγους εὐσχήμονας τὰ ἐμὰ κακά. ἥ τε γὰρ κεφαλὴ μοι κατείληπται νοσήματι, δι’ ὃ πλέον οἴνου πίνω φάρμακον, οἵ τε νεφροὶ τῇ κλίνῃ δεδώκασιν ἡμᾶς, ἃ δὲ ἥδιστον ποιεί [*](6 Vi γ',ϥθ'. Va ε',κς'.S γ',ϥς'. Vi[μγ']) [*](2 II. β 469 7 Sievers 66 not. 21. Secck 116. 320) [*](1 τὰ ante ἔθνη Rhaul | ὁτιοῦν ante εἴπη̣ς inserendum coni Re Ι comma poet εἴπῃς VVaVo Wolf delevi et poat ποιητή, e VVoSViVindD poaui Ι σὲ τίς V Ι ἀκήκοεν Va Ι μάχεται Vind sed χ in ras 2 πλείους reposui e libris Rhaul πλείονες Wolf | γρ ἐν κατασταθμὸν Va 8 ἐνὶ S 4 ἐψηφισμένος scripsi e Vo sed ος ex ων corr m4, Vind sed al ων al ον supra ος m2, ut coni Re ἐψηφισμένων VVaS sed in hoc ον supra ων Wolf ἐψηφισμένον Vi D Rhaul Wolf Cent 7 Τατιανῷ Wolf τῷ αὐτῶ (i. e. Δατιανῷ) S Vi 12 ἀποσπώμενον scripsi e V ἀπωσμένον. VaVo Wolf ἀπεωσμένον SVi 13 τοῦ ante θείου Vi 14 μὴ δὲ VoVi Ι ἐκείνω S ἐκείνη Vi 16 γιγνομένην S γενομένην Vi 17 μον? | διὸ V sed in δι᾿ ὅ corr m4, VaVi | πλεῖον Wolf)