Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἐκ τῶν γραμμάτων, ἃ πάλαι πρὸς ἡμᾶς ἐπεπόμφεις, αὐτόν σε προσεδοκῶμεν ἥξειν, τὸ δὲ ἀπὸ τῆς Εὐρώπης ἐπι- στέλλειν καινόν τι ἡμῖν ἐφάνη.

λαβὼν δέ σου τὴν επιστο- λὴν οὐδέν τι ἠξίουν μέλλειν, ἀλλ’ εὐθὺς δραμὼν παρὰ τὸν ἄνδσα ὃν ἐβούλου πᾶσιν οἷς εἶχον ἐγκωμίοις ἐχρώμην κατὰ σοῦ καὶ μεταπέμπεσθαι παρῄνουν.

ὁ δ’ εἰ μὲν ὄεις [*](12 Vi γ', ϥ. Va ε',ιζ'. Vo ε',ιζ. Vi[σξε]) [*](3 cf ep. 432. 426. Seeck 72 13 Sievers 73 not. 9. Seeck 200. 320) [*](1 άλλὰ om Vind 2 γρ φιλοῦντος ὠφελοῦντος S Ι κωλύεις Re Ι panctum post ελθεῖν VVaVoVind Wolf, colon Vi, couioja S delevi 3 χαριξόμενοι Vi sed ν(2) e ς corr Ι λεομένην V sed ην in ras m 5 Ι σὺ om Vi Ι συνὼν μὲν σὺ Vind 4 ἔτι om Vind μή με Bcripei e VVaSVi Vind μήτε Vo Wolf 8 „fort. μήπω“ Re Ι παύ- γρ καὶ σᾶι Vo Ι τοὺ S Ι πειραθῆναι VaVoVind Ι με ἐνθένδε V sed έν ex ἐνθένδε με corr m 4 | ἐνθάδε Vo 9 τὸ VoVind 10 οὐκ γρ ραον poet ὡς V sed del Ι πρᾶον S ῥᾶ̣ον Vind 13 ἀντιθέω Vi 19 ὄδ᾿ libri)

395
ἔφη τὰ πεπραγμένα αὐτῷ, καθεύδεις· εἰ δὲ εἰδὼς περὶ τοιούτων τρόπων τοιούτους ἐπαίνους ἐργάζῃ, τὸν μὲν ὅπως κορμήσεις ζητεῖς, ἐμοῦ δὲ οὐ σφόδρα κήδῃ. πειρωμένου δέ μου τὰς κατηγορίας λύειν ἄνδρα ἔφα- σκεν ἀξιόπιστον ἥκοντα ἐξ Ἰωνίας ἀπηγγελκέναι καὶ μὴ δεῖν με ἐνοχλεῖν.

ὡς μὲν οὖν οὐκ ὴδιkήκαμεν, ἀλλ’, εἴπερ τι συνέβη δύσκολον, ἠτυχήκαμεν ἐπίσταμαι· τόν τε γὰρ σὸν ἐπί- σταμαι τρόπον αὐτός τέ ειμι τῶν πεπληγμένων ὑπὸ τῶν ῥᾳ- δίως ψευδομένων.

ἃ δ’ οὖν ἔδει γεμέσθαι ἡμῖν, κατὰ τοῦτο οὐ πέπρακται· σὺ δ’ εἰ τιν’ ἄλλην ὁδὸν ὁρᾷς, πρὸς ἣν ἔχω τι δυνάμεως, ἐπίστελλε καί με οὐ φήσεις ἀργὸν εἶναι.

τὰ δὲ τοῦ κακούργου δούλου καὶ τῶν χρηστῶν ἀδελφῶν ὧδε ἔσχεν. ἄρχοντος Ὁνωράτου στρατιώτης ἐπ’ αὐτοὺς ἐλθὼν λαβὼν ἦγεν. ἔτι δὲ αὐτῶν ἐπὶ τῆς πορείας ὄντων ὁ μὲν ἀπήλλακτο τῆς ἀρ- χῆς, ὁ δὲ ἀφῆκεν οὓς ἦγε, δῆλον ὡς ἀποδόμενος τὴν ἄφεσιν.

ταῦτα γνοὺς Νεβρίδιος διπλῆν πράττεται τιμωρίαν τὸν στρατιώτην. μαστιγώσας γὰρ ἐκβάλλει τοῦ καταλόγου καὶ δι ἄλλων ἐκείνους ἀναζητεῖ. οὕτως ἡμῖν τῶν δυσχερῶν τὰ μὲν ἐπέρχεται, τὰ δὲ οὐκ ἐθέλει λυθῆναι. δεῖ μέντοι πιστεύειν ὡς ἥξει ποτὲ καιρὸς τοῦ βελτίονος πίθου.

[*](13 Seeck 179 16 Seeck 219 20 II. ω 527. Plat. rep. II p. 379 D. Themist. or. VI p. 79 C. Richtsteig 95)[*](4 τὰς ecripsi e V sed ὰ ex ῆ corr m 4 τῆς VaVoVi Wolf 6 οὖν inserui e V sed inser m 4, Vi om VaVo Wolf Ι ἐπίσταμαι post ἠδικήκαμεν, non post 7 ἠτυχήκαμεν V 6 ἀλλ᾿ 7 ἐπίστα- μαι om Vi 10 οὐ om Vi Ι ἦν Va 11 τί Vo 13 ὀνωράτου VaVoVi Ὡνωράτου Wolf cf. ad ep 251 14 πορείας Vo sed ι inser m 2 15 οὐκ ante ἀφῆκεν VaVoVi Wolf delevi Ι δῆ- λον scripsi e V δηλῶν VaVoVi Wolf 19 ἐπέρχεται, τὰ δὲ Va sed ἔται. τὰ δ del et m 5 restaur)
396