Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἔμελλεν ἄρα ὁ περὶ τῆς κεφαλῆς μοι λόγος, ὃν ἐπλατ- τόμην, εἰς ἔργον ἥξειν παιδεύοντος, οἶμαι, τοῦ θεοῦ μὴ τὰ τοιαῦτα κομψεύεσθαι. ὡς γὰρ κόμην, ἡμέρᾳ δεκάτῃ μοι προσέβαλεν ἴλιγγος καὶ παρῄνει Δαμάλιος πίνειν φάρμακον.
ἐγὼ δὲ οὐκ ἐνεγκὼν αὐξῆσαι ἐν τῷ θέρει τὸ κακὸν τοῦ φθινοπώρου πίνω Μαρκέλλου δόντος ἱερὰν αὐτήν, οἶμαι, κα- λεῖτε. καὶ ἔπινον ἐκείνης, ἦς γευομένων ἑτέρων ἐταραττόμην, [*](4 Vi γ΄, πβ΄. Va ε΄, θ΄. Vo ε΄, θ΄ γ΄ [πγ΄]. Va ε΄, ι΄. Vo ε΄, ι΄. S δ΄, ια΄. Vi [ξβ΄]. D ρκ 1 cf. ep. 393 5 Seeck 239. 319 13 Sievers 66 not. 19. Seeck 180. 317. 319 19 cf. ep. 362 Ι Luc. tragod. 171 3 τὴν om VVaVoViVind Wolf Cent 6 ἴσθι VaVo 9 μὴ V sed η in ras m5 10 αὐτῷ scripsi e V sed ῶ ex ὸν in ras corr m5 αὐτὸν VaVo Wolf 11 ἐπειδ’ ἂν Va 13 οὐγιεινῶ V sed ει inser m5 οὑγινῶ Va ὑγινῶι Vo cf. ep. 69. 78 17 προσ- έβαλεν V sed βαλ in ras e λαβ corr m5 προσέβαλλεν D Ι δαλ- μάτιος Vi fortasse recte 19 μαρκελλίνου VaVo Ι καλεῖτε V sed τε e σ corr m4 20 γευομένων scripsi e S Vi ut coni Seeckius 319 not. 1 γενομένων VVaVo D Wolf Re qui coni „aut ἐξ ἦς leg. aut ἧς cum καὶ mutandum”)
ἄρτι δὲ ὑπολάμποντος πό- νος ἰσχυρὸς προσέπεσε τοῖς νεφροῖς βρόχον ἀναγκάζων ζητεῖν. ἔπειτα μῆνα διαλιπὼν προσέπεσε πικρότερος καὶ ἐποίησεν ἀνάγ- κἠν πράγματος, ὃ διετέλουν ἀναβαλλόμενος. Πανόλβιος γὰρ τῶν ἄλλων ἐλαίῳ τὰς ἀλγηδόνας ἀξιούντων κοιμίζειν τέμνει μοι φλέβα, καὶ ῥᾴων μὲν εὐθὺς ἐγενόμην, θαρρεῖν δὲ ὑπὲρ τοῦ παντὸς οὐκ ἔχω.
τῷ τοίνυν ἐνταῦθα ὄντι κακῶν, πῶς ἂν ταῦτα διαφύγοι, λέγε. σοφιστὰς δὲ ἑτέρωθεν μεταπέμπου καὶ ὥσπερ ἐγὼ σὲ βούλομαι παρεῖναι τῷ βασιλεῖ, οὕτως ἐμὲ σὺ νοσεῖν παρὰ τοῖς οἰκείοις, ἐπειδὴ νοσεῖν ἀνάγκη.