Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Τὰ παίδων πρὸς ἡμᾶς ἐπλήρωσεν Ὀβοδιανός, ὁ δὲ ἐκεί- νου πατὴρ πρὸς ἡμᾶς τὰ πατέρων, ὥστε καὶ τὸν θεῖον πρός με πολλάκις εἰπεῖν ὅτι μοι τὴν οἰκίαν ἐκείνην μετὰ τοὺς θεοὺς τιμητέον. τοὺς δὲ ἐμοὶ πάντα γεγενημένους οὐκ ἔστι μὴ καὶ σοὶ σπουδῆς ἀξίους εἶναι.
ἀναμιμνήσκου δὲ καὶ τοῦ θαύματος οὗ σε ἐνέπλησεν ὁ νεανίσκος ἐξ ὧν εἶπεν, ἡνίκα ἐπρέσβευεν. οἶδα γὰρ ὅτι τοῦ δικαστηρίου μὲν ἀπελθών, ἐμοὶ δὲ συμβαλὼν ῥητόρων μητέρα τὴν πόλιν ἡμῖν ἐκάλεις τεκμή- ῥίον ποιούμενος τοῦ πρεσβευτοῦ τὴν γλῶτταν.
ὁ δὴ τούτου παῖς τὸν τοκέα μιμούμενος οὔπω ῥητορικῆς ἡμμένος ἧπται τοῦ λειτουργεῖν. καὶ γὰρ ἐκεῖνος τηλικοῦτος ὢν τὰ τοιαῦτα ἀνήλισκε φιλοτιμίᾳ φθάνων τὰς ἀπὸ τῶν νόμων ἀνάγκας.
νῦν μὲν οὖν Ἀργύριος ἡμῖν, ὁμώνυμος γὰρ ὁ υἱδοῦς τῷ πάππῳ, θεραπεύει λουτροῖς τὰ σώματα, μέλλων δὲ ἵππων [*](6 Vi γ΄, οα΄. Va δ΄, οβ΄. Vo δ΄, οβ΄. Vi [σξγ΄]) [*](4 cf. ep. 379 7 Sievers 234, 8. Seeck 85. 348. Silomon 16 8 Seeck 222 Ι Argyrius cf. ep. 112. 113 9 Phasganium 20 cf. ep. 970) [*](1 καλλικίω Vi Ι ὀρθῶς V sed ῶς ex ὸν corr m5 Ι ἐθέλειν S 2 σώιζειν 3 τε scripsi γε SVi om VVaVo Wolf 4 τῶν inserui e V sed in ras m5, SVi om VaVo Wolf 8 ὁβοδια- νὸς VaVo ὁ καλῶς βοδιανὸς· Vi 10 οἰκείαν Vi 11 ἔστιν Va 12 καὶ(2) inserui e V om VaVoVi Wolf 14 οἶσθα VaVo 16 δὲ Vi 17 οὔπω scripsi e VaVo ut coni Re οὕτω VVi Wolf 19 ἀνήλισκε V sed ε ex εν corr m5 20 ὑιιδοῦς Vo sed ι(2) eras 21 τὰ σώματα V sed in τὸ σῶμά corr m5)
τοῦ γε οὖν ἡμῖν ἀρίστους ἵππους ἐλθεῖν ἐν σοὶ τὸ πλεῖστον, μᾶλ- λον δέ, ὅλον ἡ σὴ ῥοπή. βλέψας οὖν εἰς τὸν διδόντα τὴν ἐπι- στολὴν ἥμερον χρῆσαι προθυμίᾳ περὶ τὸ ἔργον.