Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἡμῖν τοῖς οὐ μετασχοῦσι τῶν γαμικῶν δείπνων γράμ- ματα γοῦν ἐχρῆν περὶ τῶν γάμων ἐλθεῖν παρὰ σοῦ δηλοῦντα ὡς τὰ μὲν ἔχει σοι καλῶς, τῶν δὲ λόγων νῦν μὲν ἐπὶ σαυτοῦ φροντίζεις, μικρὸν δὲ ὕστερον αὖθις σῦν ἡμῖν.
σὺ δ’ ἔοι- κας ἡμῶν ἐπιλελῆσθαι καὶ δέδοικα μὴ μεθ’ ἡμῶν καὶ τῶν λόγων. ἀλλ’ οὐ δίκαιον, ὦ βέλτιστε καὶ ἐξ ἀγαθῶν νεανίσκε. λογίζου γάρ, τίς μέν σοι πατήρ, τίς δέ σοι κηδεστής. οὐκοῦν Ἱεροκλῆς μὲν οὗτος, Ἀκάκιος δὲ ἐκεῖνος, ἄμφω λαμπρώ;
τί οὖν αὐτοὺς ἐποίησε μεγάλους; ἆρα ἰσχὺς σώματος ἢ ποδῶν τάχος ἢ πλῆθος χρημάτων; οὐ μὰ Δία, ἀλλ’ ἔν τι γενναῖον, οὗ καὶ Μίδα βέλτιον ἂν ἦν μετασχεῖν ἢ σχεῖν ὁπόσον δὴ λἐ- [*](5 Vi γ΄, ξθ΄. Va δ΄, ο΄. Vo δ΄, ο΄. S β΄, ξε΄. Vi [ρκε΄]. Vind ρνγ΄. D θ΄) [*](2 Plat. rep. V p. 463 D 6 Sievers 244, 3. Seeck 103. 348. Silomon 16 7 sq. cf. ep. 371 12 sq. Plat. Phaedr. p. 246 A cf. ep. 782) [*](1 ἦν Va Ι ἀφέλκῃ, τοῦτον scripsi cum Re ἀφέλκῃ τοῦτον, (Va) libri Wolf Ι σοί V sed οι ex υ corr m4 σὺ Vi 2 ἁνὴρ scripsi ἀνὴρ libri Wolf Ι διότι Vo 3 μὲν post πάλαι Vi 6 Καλυκίῳ υἱῷ Ἱεροκλέους S τιτιανῶ Vi καλικίω D 7 μετα- σχοῦσιν D 8 γ’ οὖν Va | ἐχρῆν περὶ τῶν γάμων ἐλθεῖν scripsi ἐχρῆν ὑπὲρ τῶν γάμων ἐλθεῖν VVi D ἐλθεῖν ὑπὲρ τῶν γάμων ἐχοῆν VaVoSVind Wolf 9 ἔχοι Wolf Ι ἐπισαυτοῦ S 10 φρον- τίζεις V sed οι supra ει eras φροντίζοις VaVo Ι μικρῷ S SVi | δ' V Ι αὖθις om V Vind D ἄντι VaVo Ι ἐμοὶ Vi 11 ἡμῶν V sed ω in ras ex ι corr m5 13 γὰρ in ras V4 γάρτοι S Ι ου σοι S Ι ὁ ante πατήρ Wolf ed 15 καλούς τε καὶ μεγάλους Vi | ἆρα V sed α in ᾿ corr m5 ἄρα Va 17 μίδαν Vi Ι ἂν Inserui e V sed inser m5, S om VaVoVind D Wolf)
πῶς οὖν οὐ δεινὸν Κίμωνα μὲν τὰ ἐν τοῖς ὅπλοις ζηλῶσαι τοῦ πατρός, σὲ δὲ χείρω φανῆναι τῆς τοῦ πατρὸς ἐν δικαστηρίοις ἰσχύος, καὶ φιλοτιμεῖσθαι μὲν τῷ θυγατρὶ ῥήτο- ρος συνοικεῖν, ὅσον δὲ κέκτησαι ῥητορικῆς προέσθαι παρὸν ὁπόσον ἄπεστι προσλαβεῖν;
παραινῶ δή σοι τῷ θέρει μὲν τὰ ἀπελθόντα τῆς μνήμης αὖθις εἰσάγειν, τοῦ χειμῶνος δὲ πλάττειν λόγους ὑφ’ ἡμῖν. ἡ γυνὴ δὲ πάντως ἴψεται παρακα- λοῦσα καὶ συνευχομένη γενέσθαι σοι τὸ διὰ λόγων κάλλος ἢ τὸ Νιρέως.
σὺ δὲ μήτοι νομίσῃς αἰσχρὸν ἐπὶ γάμῳ κοινω- νεῖν μουσείων. τὸ γὰρ δὴ φύσει καλὸν οὐκ ἔστιν ὅτε οὐκ ἔστι καλόν, καὶ μείζων ἔπαινος ἀφειμένον παρὰ τοῦ νόμου προ- θυμίᾳ μετιέναι τὴν θήραν. ἀφ’ ἧς εὐφρανεῖς μὲν φίλους, φοβήσεις δὲ δυσμενεῖς, καὶ τοὺς μὲν ἕξεις ὠφελεῖν, τοὺς δὲ κατασύρειν.
ἐνθυμοῦ δὲ ὅτι καὶ Σωκράτης σοφὸς ὤν, ὥς φησιν ὁ θεός, τὰς ἐν γήρᾳ μαθήσεις οὐκ ἔφευγεν ἀεὶ καιρὸν [*](2 Plut. Cim. 5, 1 10 cf. t. V 551, 10. Salzmann 15 15 cf. t. V 69, 8; 117,8. Legrand, Melanges Perrot 213 sq. 16 cf. ep. 652. 1171. Sext. Emp. adv. math. VI 13. Suid. s. v. Σωκράτης Diog. L. II 5, 32. Plat. am. p. 133 C. Richtsteig 33) [*](1 εἰ S Ι τοῦτο Va Vo Wolf ed 2 εἰσιν Va Ι ζηλῶσαι τὰ ἐν τοῖς ὅπλοις V aed litteris γ β α suprascriptis corr m5, D 3 μιμεῖσθαι Vi 4 τῷ scripsi e VVoSViVmdD τῇ Va Wolf 7 μνήμης V sed νὴ in ras m5 Ι αὖθις εἰσάγειν scripsi e VVaS εἰσαῦθις εἰσάγειν Vo εἰσάγειν εἰσαῦθις VindD Wolf Cent ἐνταῦθις εἰσάγειν Wolf ed ἐνταῦθα αὖθις Re 8 τοὺς ante λόγους Wolf ed delevi Ι σὺν S sed γρ ὑφ’ in marg, Vi Ι γρ ἕψεται ὄψεται S 9 συνεχομένη Vi sed ευ supra ε m2 Ι σοι om D I μᾶλλον post σοι S Wolf Cent, post κάλλος Vi et inser V4 I διαλόγων Va 10 νιρἐως Vind sed νι in ras m2 νει- ρέως Va Ι μήτοι om VaVoVindD μήτι Vi 11 τὸ — 12 καλόν citat Macarius Ros. Marc. fol. 95 11 γὰρ δὴ om Macar Ι κα- λὸν — ὅτε in lac οm Macar Ι ὅτ’ V sed ’ ex ε corr in ras m5, ω γρ ἀφειεναιος SVindD Wolf Cent Ι ὅταν Vi 12 μεῖζον S Ι ἀφειμένω S ἀφειμένῳ ViD 13 ἁφῆς Va 16 σωκράτης Vind sed ω in ras m2 16 φησὶ θεός Vi)
καὶ μὴν εἰ μὲν οὐ κινεῖ σε πρὸς ταῦτα ὁ πατὴρ οὐκ οἰόμενός σε ἀναστή- σεῖν, κρείττων φάνηθι τῆς ἐλπίδος ἐκείνου· κινοῦντος δὲ εἰ μὴ προσέχοις, ἀνάγκη λυπεῖν τε καὶ λυπεῖσθαι. τοῦτο δέ ἐστι ζητοῦντα ῥᾳστώνην ἐν ἀηδίᾳ ζῆν.
ἀλλ᾿, ὦ φίλτατε, λογι- σάμενος, ἡλίκην ποιήσεις πανήγυριν καὶ γονεῦσι καὶ κηδεσταῖς καὶ τῷ πάντα ἀρίστῳ θείῳ καὶ τῇ χρηστῇ γυναικὶ καὶ ἐμοὶ τῷ πολλὰ περὶ σὲ πεπονηκότι, νῦν μὲν ἔμπλησον σαυτὸν πα- λαιῶν συγγραμμάτων, γεωργῶν δὲ ἤδη τῶν περὶ τὰς ληνοὺς πεπαυμένων αὐτὸς ἥκειν δεῦρο τύχῃ ἀγαθῇ.