Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Σὺ μὲν ἀεὶ τοιαῦτα ἐπιστέλλοις περὶ τοῦ σώματος, πρέ- ποι γὰρ ἂν ὄντα σε τὴν γνώμην ἀγαθὸν κἀκείνως ἐρρῶσθαι, ἐγὼ δὲ αὖθις ἀπηνέχθην εἰς τὴν νόσον τῆς κεφαλῆς, ὥστε καὶ τὸν Μάρκελλον ἐν φόβῳ καταστῆναι μὴ μεῖζον αὑτοῦ γένηται τὸ κακόν. τὸ δὲ οὔτε ἐνίκησε τὸν ἰατρὸν οὔτε ἐκρα- τήθη παντελῶς, ἀλλὰ συνέστηκε νυνὶ μάχη κρατερὰ τέχνης καὶ πάθους.
ἐρεῖ δέ σοι καὶ περὶ τούτων καὶ ὡς ἔχουσι πρὸς σὲ Σύροι, Διάνιος, ὃν ἀγαθὸν μὲν ἔξεστι προσειπεῖν, εὐτυχῆ δὲ οὐκέτι. πόνῳ γὰρ λόγους κτησάμενος καὶ παρὰ σοὶ καρπώσασθαι τὴν δύναμιν ἐλπίσας ὁμοῦ τε ἥψατο καὶ ἀπε- κρούσθη τοῦ πράγματος.
τοῦ χρηστοῦ τοίνυν ἀνέμου δια- μαρτὼν ἀπολαυσάτω τοῦ δευτέρου πλοῦ. ἔστι δὲ οὗτος γενέ- σθαι χώραν αὐτῷ παρ’ ὑμῖν περὶ τὸ βῆμα καὶ τῶν πολιτῶν [*](4 Vi γ΄, ξη΄. Va δ΄, ξθ΄. Vo δ΄, ξθ΄. Vi [σξβ΄]) [*](5 Sievers 223, 2. Seeck 283. 348. Silomon 16 9 cf. ep. 362 18 cf. ep. 375. 376 17 Salzmann 55) [*](1 τε inserui, τ’ Re om libri Wolf Ι συμφέρειν V sed ειν ex ον corr m4 2 εὕρου scripsi e VaVo ᾔτεις in lac 3 litt V4 sed εὗρες in marg m5 εὗρες Vi Wolf 3 ἠτίμασας scripsi e VVa ut coni Re ἡτοίμασας Vo Wolf 9 μάρκελον Vi Ι κα- ταστῆναι repsosui e libris καταστῆσαι Wolf Ι μείζων Va Ι αὐτοῦ libri sed υ in ras ex τς ut videtur corr V5, Wolf 10 οὔτε (bis) V sed ε in ras m5 11 συνέστηκεν Va Ι καρτερὰ V sed e καρ- τερά· corr m4 15 καρπώσασθαι τὴν δύναμιν reposui e libris sed ε supra α(2) V5 τὴν δύναμιν καρπώσασθαι Wolf 17 ἔστιν Va 18 ἡμῖν Vi et coni Re)
κηδεμονίας δὲ ἁνὴρ ἄξιος ἐμοί τε, διότι συγγενὴς Ἀρισται- νἐτου καὶ μαθητὴς ἐμός, σοί τε ἀπὸ τῶν αὐτῶν. πάλαι γάρ με ἐδίδαξας ὅτι τὰ ἡμέτερα σαυτοῦ νομίζεις.