Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Διανίῳ μήτηρ τέ ἐστι καὶ πατρὶς ἣν οἶσθα. τῇ μὲν οὖν μητρὶ καλούσῃ μὴ πείθεσθαι οὐκ εἶχεν, ἡ πατρὶς δὲ ἡδὺ μὲν αὐτῷ, διότι πατρίς, φοβερὸν δὲ διὰ τὸ προσδέχεσθαι λειτουρ- γιῶν ἀνάγκας ἐν πενίᾳ.
ἐπεὶ οὖν τῇ τε μητρὶ δεῖ χαρί- σασθαι καὶ αὐτὸν μὴ κακῶς παθεῖν, ἔδοξέ μοι δεῖν ὡς σὲ πρῶ- τον τὸν ἄνδρα ἐλθεῖν, εἶτ’ ἐκεῖθεν τὴν τῆς Ἀθηνᾶς προσλα- βόντα ῥοπὴν οὕτως ἤδη πανταχῆ χωρεῖν· μετὰ γὰρ δὴ ταύ- της τῆς θεοῦ καὶ τὴν Στύγα ἂν διαφύγοι.
δίκαιος δ’ ἂν εἴης χεῖρα ὀρέξαι, πρῶτον μέν, ὅτι πλεῖστα ἀνθρώπων δεομέ- νοις ἐβοήθησας, οἷς οὐδὲν ἦν πρὸς σὲ δίκαιον πλὴν αὐτοῦ τοῦ δεῖσθαι· ἔπειθ’ ὅτι τοὺς ἡμετέρους ὁμιλητὰς οὐκ ἔστιν εἰπεῖν μὴ οὐχὶ καὶ σοὺς εἶναι. τρίτον, εἰ δὲ βούλει, πρῶτον, Ἀρισταινέτου συγγενὴς οὗτος, οὐκ αἰσχύνων τὸ γένος, αἰδέ- σιμὸς δὲ σὺ μὲν ἐκείνῳ, σοὶ δὲ ἐκεῖνος. ᾧ χαριζόμενος ἐκ τοῦ φιλεῖν ἐμὲ χάρισαι καὶ τῇ περὶ τοῦτον εὐνοίᾳ.
ἄνευ δὲ τῶν ἄλλων εὖ ποιήσεις ἄνδρα, παρ’ ᾧ πολλοὺς τῶν σαυτοῦ λόγων εὑρήσεις, οὐκ ἐν πήρᾳ γε τούτους οὐδὲ ἐν βιβλίοις, ἀλλ’ ἐν μνήμη καὶ τῇ ψυχῇ κειμένους, τούς τε ἄλλους καὶ δι’ ὧν ἔδειξας ὅτι σὺ ἐγένου πρεσβευτής.
τὸν δὲ λόγον τοῦ- [*](1 Vi γ΄, ξς΄. Va δ΄, ξζ΄. Vo δ΄, ξζ΄. S α΄, β΄. Vi [ ιε΄]. D λ) [*](2 Sievers 76 not. 37. Seeck 297. 348. Silomon 16 3 cf. ep 375 8 II. ρ 561. θ 365 10 II. θ 369 15 Plat. Menex. p. 246 D) [*](2 θεμιστίῳ φιλοσόφω S Vi 4 εἶχον S 5 ὅτι Vi 6 ἐπεὶ in lac 4 litt om Vi 8 πρὸς λαβόντα Vi 9 πανταχοῖ Va ταν- ταχοῦ S 13 ἐπεὶ θ’ Va 14 σοι ante μὴ Va sed del, Vo Wolf delevi Ι οὐχὶ scripsi e V οὐ VaVoSViD Wolf Ι τρίτον δ’ εἰ βούλει καὶ πρῶτον SD 16 σοὶ] σὺ D 17 „mallem πρὸς“ Re 18 ποιήσεις scripsi e V sed e ποιεῖς corr m4 ποιεῖς Va VoSViD Wolf 19 πήρᾳ—ἐν οm SViD Ι πείρα VaVo sed in hoc ει in η corr m4 21 ὅτι σὺ] ὅτισ V sed υ add m4)