Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
ἀλλὰ τὸ πάλαι τοῦτο· ἄξιος Ἀρισταί- νετος κοινῇ φωνῇ διὰ πάσης ἐχώρει τῆς πόλεως. καὶ δὴ καὶ ὁ βασιλεὺς ἐθαυμάζετο μελίττης σοφώτερον συνθεὶς τὸ τῆς ἀρχῆς κηρίον.
εἰ μὲν οὖν ἐξῆν μοι καὶ αὐτῷ παρὰ σὲ τρέ- χειν, ἐπετόμην ἄν· νῦν δὲ ᾧ βαδίζειι ὑπῆρχεν, ἥκει Διάνιος, ὁ σὸς μὲν συγγενής, ἐμὸς δὲ ἑταῖρος πολλάκις μὲν ὑπὸ σοῦ κεκλημένος πρότερον, νῦν δέ γε ὑπὸ τοῦ καιροῦ. τὸ γὰρ σὲ Βιθυνίας κρατεῖν κατάγει τὸν ἄνδρα πολὺν δὴ χρόνον φυ- γόντα τὴν οἰκείαν διὰ τὸ φοβεῖσθαι βουλὴν καὶ πενίαν. εἰ γὰρ ἐλάβοντο ἐπιδημοῦντος τοῦδε οὐ δυναμένου λειτουργεῖν, λοιπὸν ἦν δεδέσθαι.
ἐδόκει οὖν αὐτῷ μετριώτερον εἶναι γῆ ξένη μετ’ ἐλευθερίας ἢ πατρὶς μετ’ ἀτιμίας. καὶ τῷ μὲν ἀφεστάναι τῆς μητρὸς ἤλγει, τὴν μητέρα δὲ ἰδεῖν ἐπὶ τοιαύ- ταις ἐλπίσιν ὤκνει.
τῷ μέντοι παρ’ ἡμῖν βίῳ καὶ τὴν μη- τέρα καὶ σὲ καὶ πάντας ὑμᾶς κεκόσμηκε μετὰ σωφροσύνης τε [*](8 Seeck 120 18 Plat. Criti. p. 120 E) [*](1 ἐκτὸς scripsi e V sed del et in ἀκούων ὑπερφνῶς corr m5 ἐκτός τ’ VaVo ὑπερφυῶς S Wolf om VindD Lamb Rich τοῦτ’ ἐστὶν D 2 τὴν ante ἡδονὴν V sed eras Ι ἥδονται D sed γρ΄ ἡδονὴν in marg 3 προτοῦ Vind 4 τούτων V sed in τοῦτο corr m5, Va 5 κοινὴ φωνῇ inserui e V sed e κοινὴ φωνὴ corr m4, VaSD ut Boissonadius Anecd. IV 342 e Par, γρ τιθεὶς 3035 om Vo Vind edd 6 ἐθαυμάσθη Va Ι συνθεὶς S 7 σὲ om VaVo I παρατρέχειν VaVo 9 μὲν(1) om D Ι οὖν post μὲν(2) D 12 οἰκείαν scripsi cum Re οἰκίαν libri sed εί supra ί Vind δὲ edd 13 γὰρ S Ι ἐπιδημοῦντος, τοῦ δὲ Va Wolf 14 μετριώ- τερον — 15 ἀτιμίας citat Macarius Chrys. Ros. fol. 95 14 εἶναι om Macar 15 μετ’ ἐλευ in lac om Macar 15 μετὰ VVaVo VindD Macar edd Ι τὸ D 16 τε edd 18 ἡμᾶς Vo Vind D edd Ι κεκόσμηκεν Va 18 μετὰ — 363, 1 διάγων praemissis verbis τοῦ μὲν ἐνεργητικοῦ παρέχειν) πολλοῖς, ὡς καὶ παρὰ Λιβανίῳ citat Lacapenus epimer. p. 48, 25 ed. Lindstam 18 σωφροσύνης — 363, 1 καὶ om Lacap)
δέχου δὴ τὸν οἰκεῖον πολλοὺς τῇδε διὰ τῶν τρόπων κτησάμενον φίλους καὶ βούλευσαι περὶ τοῦ· τίνα χρὴ τοῦτον ὁδὸν ἐλθεῖν; εἴτ’ οἴκοι μένειν εἴθ’ ὡς ἡμᾶς ἀναστρέφειν εἴτε ζῆν ἐν τῇ Μεγάλῃ πόλει ποιούμενον τὸν βίον ἀπὸ τῶν δικῶν;