Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

ἔμελλές ποτε καὶ τῶν ἐν ἀρχῇ γεύεσθαι πόνων ὡς οὐ πάσῃ μηχανῇ τὸ ἄρχειν φυγών, καὶ νῦν ζώνη καὶ στρατεία καὶ ὄχλος περὶ θύρας καὶ ἀγρυπνίαι καὶ φροντίδες, ἡ πολλὴ δὲ ἐκείνη ῥᾳστώνη καὶ τὸ ἀργεῖν ἐκκεχώρηκε.

φοβοῦμαι δὲ οὐδὲν μὴ τῶν μεγίστων πρῶτον ἁψάμενος ἰλιγγιάσῃς ἡμῖν, ἡ γὰρ δὴ σὴ φύσις καὶ μελέτης χωρὶς ἐπίσταται κατορθοῦν, ὥστε πιστεύω ταχέως μέν σε θαυμαστὸν ἐν τοῖς παροῦσι φα- νεῖσθαι, ταχέως δὲ τῇ περὶ ταῦτα ἀρετῇ πρός τι λαμπρότερον ἥξειν.

ἐφ’ ᾧ δὲ αὐτός τε μάλιστα ἥσθην σύ τ’ ἂν <φθό- [*](4 VI γ΄, ξδ΄ (= ων΄) Va δ΄, ξε΄ α Vo δ΄, ξε΄. S γ΄, β΄. ρνδ΄. D ιζ΄. Lambecius Bibl. Caes. Vindob. lib. VI p. 247 (= Richardus Liban. epp. XII n. V p. 16) e codice Vaticano 113) [*](5 cf. ep. 376. Seeck 85. 348. Silomon 16 7 Αrist. Lys. 300. Plat. leg. IV p. 713 E) [*](2 γε inserui e V τε VaVo om Wolf Ι τε inserui τὲ V om VaVo Wolf Ι λόγον ἀρχαῖον Vo 3 λόγω VaVo 6 καὶ de- lendum coni Re Ι ἀρχῇ scripsi e VVaS ἀρχαῖς VoVindD edd Ι γρ γεύεσθαι γενέσθαι S Ι καὶ ante ὡς VaVoS sed in hoc γρ ὥσπερ supra καὶ ὡς, FtndDedd delevi καὶ σὺ coni Re 7 στρατεῖαι Wolf 9 ῥᾳστώνη libriedd Ι ἐκκεχώρηκεν Va 10 ἰλιγκιάσης D 11 ἡ γὰρ δὴ σὴ φύσις scripsi e VVa VoS sed in hoc γρ ἡ φύστς ἡ σὴ suprascr β α φύσις ἡ σὴ VindD edd Ι χωρὶς μελέτης S 12 σε inter ὥ- στε et πιστεύω VirtdD edd et pi-aemisso γρ supraacr S de- levi Ι σε inserui e VVaS om VoVindD edd 13 καὶ post δὲ S Ι τῇ om Wolf Ι τινα V sed να del, Va 14 φθόνου in- serui coll Plat. Tim, p. 29 E τούτου φθόνου) δ’ ἐκτὸς ὢν om libri edd)

362
νου> α ἐκτὸς εὐφραίνοιο, τοῦτο ἔστιν. ὅσοι τὸν λόγον τοῦ πράγματος, τοσοῦτοι καὶ ἡδονὴν μετὰ τοῦ λόγου. καὶ τῶν πρὸ τοῦ σε φασκόντων φιλεῖν οὐδεὶς ἠλέγχθη φάσκων μέν, ἥκιστα δὲ φιλῶν.

ἀλλὰ τὸ πάλαι τοῦτο· ἄξιος Ἀρισταί- νετος κοινῇ φωνῇ διὰ πάσης ἐχώρει τῆς πόλεως. καὶ δὴ καὶ ὁ βασιλεὺς ἐθαυμάζετο μελίττης σοφώτερον συνθεὶς τὸ τῆς ἀρχῆς κηρίον.

εἰ μὲν οὖν ἐξῆν μοι καὶ αὐτῷ παρὰ σὲ τρέ- χειν, ἐπετόμην ἄν· νῦν δὲ ᾧ βαδίζειι ὑπῆρχεν, ἥκει Διάνιος, ὁ σὸς μὲν συγγενής, ἐμὸς δὲ ἑταῖρος πολλάκις μὲν ὑπὸ σοῦ κεκλημένος πρότερον, νῦν δέ γε ὑπὸ τοῦ καιροῦ. τὸ γὰρ σὲ Βιθυνίας κρατεῖν κατάγει τὸν ἄνδρα πολὺν δὴ χρόνον φυ- γόντα τὴν οἰκείαν διὰ τὸ φοβεῖσθαι βουλὴν καὶ πενίαν. εἰ γὰρ ἐλάβοντο ἐπιδημοῦντος τοῦδε οὐ δυναμένου λειτουργεῖν, λοιπὸν ἦν δεδέσθαι.

ἐδόκει οὖν αὐτῷ μετριώτερον εἶναι γῆ ξένη μετ’ ἐλευθερίας ἢ πατρὶς μετ’ ἀτιμίας. καὶ τῷ μὲν ἀφεστάναι τῆς μητρὸς ἤλγει, τὴν μητέρα δὲ ἰδεῖν ἐπὶ τοιαύ- ταις ἐλπίσιν ὤκνει.

τῷ μέντοι παρ’ ἡμῖν βίῳ καὶ τὴν μη- τέρα καὶ σὲ καὶ πάντας ὑμᾶς κεκόσμηκε μετὰ σωφροσύνης τε [*](8 Seeck 120 18 Plat. Criti. p. 120 E) [*](1 ἐκτὸς scripsi e V sed del et in ἀκούων ὑπερφνῶς corr m5 ἐκτός τ’ VaVo ὑπερφυῶς S Wolf om VindD Lamb Rich τοῦτ’ ἐστὶν D 2 τὴν ante ἡδονὴν V sed eras Ι ἥδονται D sed γρ΄ ἡδονὴν in marg 3 προτοῦ Vind 4 τούτων V sed in τοῦτο corr m5, Va 5 κοινὴ φωνῇ inserui e V sed e κοινὴ φωνὴ corr m4, VaSD ut Boissonadius Anecd. IV 342 e Par, γρ τιθεὶς 3035 om Vo Vind edd 6 ἐθαυμάσθη Va Ι συνθεὶς S 7 σὲ om VaVo I παρατρέχειν VaVo 9 μὲν(1) om D Ι οὖν post μὲν(2) D 12 οἰκείαν scripsi cum Re οἰκίαν libri sed εί supra ί Vind δὲ edd 13 γὰρ S Ι ἐπιδημοῦντος, τοῦ δὲ Va Wolf 14 μετριώ- τερον — 15 ἀτιμίας citat Macarius Chrys. Ros. fol. 95 14 εἶναι om Macar 15 μετ’ ἐλευ in lac om Macar 15 μετὰ VVaVo VindD Macar edd Ι τὸ D 16 τε edd 18 ἡμᾶς Vo Vind D edd Ι κεκόσμηκεν Va 18 μετὰ — 363, 1 διάγων praemissis verbis τοῦ μὲν ἐνεργητικοῦ παρέχειν) πολλοῖς, ὡς καὶ παρὰ Λιβανίῳ citat Lacapenus epimer. p. 48, 25 ed. Lindstam 18 σωφροσύνης — 363, 1 καὶ om Lacap)

363
καὶ πρᾳότητος καὶ τοῦ παρέχειν αὑτὸν αἰδέσιμον διάγων. καὶ τὸ μέγιστον, τῶν πρὸς ἡμᾶς δικαίων οὐδὲν διαφθείρας οὐκ ἐπεσπάσατο μῖσος παρὰ τῆς ἑτέρας μερίδος. τοιγαροῦν θαρρῶν ἔλεγον ὡς κοινωνεῖ σοι τοῦ γένους, καὶ οὐκ ἐδόκει χείρων εἶναι τοῦ αἵματος.

δέχου δὴ τὸν οἰκεῖον πολλοὺς τῇδε διὰ τῶν τρόπων κτησάμενον φίλους καὶ βούλευσαι περὶ τοῦ· τίνα χρὴ τοῦτον ὁδὸν ἐλθεῖν; εἴτ’ οἴκοι μένειν εἴθ’ ὡς ἡμᾶς ἀναστρέφειν εἴτε ζῆν ἐν τῇ Μεγάλῃ πόλει ποιούμενον τὸν βίον ἀπὸ τῶν δικῶν;