Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Μακρὰν ἀπολογίαν ἀπέτεινας ὑπὲρ τῆς περὶ τὴν παῖδα φροντίδος οὐδενός, οἶμαι, διώκοντος. ὁ γὰρ Ὀλύμπιος οὐ κατήγορος ἦν, ἀλλ’ ἄγγελος τοῦ τρόμου σὺν ἡδονὴ.

σὺ δὲ πολλοὺς μὲν τοιούτους φοβηθείης φόβους, φοβηθείης δὲ κἀκεῖνον ὑπὲρ τῶν υἱέων καὶ τοῦ κηδεστοῦ, ὅν φὴς καὶ σοὶ δι’ ἡμᾶς γεγονέναι πολλάκις μέλλοντας ἀγωνιεῖσθαι.

τὴν δὲ ὑπὲρ τοῦ θέρους βουλὴν μεταβαλὼν ἐπαινῶ. Καλυκίῳ τε γὰρ οὐκ εἶχε καλῶς οὕτως ὀξέως ἐκπηδᾶν τοῦ θαλάμου Τι- τιανῷ τε πλησίον ὁ διδάσκαλος, αὐτὸς ὁ πατήρ.

σὺ μὲν οὖν ἔκρυψας τὴν αἰτίαν, ἐγὼ δὲ κηρύττω τὴν σὴν ἐκείνην ἐκβαλών, ἥ φησι κίνδυνον ἂν γενέσθαι τῷ νέῳ θέατρά τε xal πολυανθρωπίαν. ἄλλος μὲν γὰρ ἴσως τούτοις ἂν διεφθάρη, [*](6 Vi γ΄, ξγ΄. Va δ΄, ξδ΄. Vo δ΄, ξδ΄) [*](7 Seeck 44. 348. Silomon 16 9 cf. ep. 371 13 sq. cf. ep. 371 14 cf. ep. 515; t. II 36,2) [*](1 ὅτι Vo D 2 δαυτ ωου Vo Ι οὗτος V sed in οὕτως corr m5 οὕτως Vo S Ι δ’ inserui e D ut coni Re om VaVoS Wolf raa 1 litt V Ι ἐστὶ V sed στὶ in ras m5 3 βέλτιον Vi II D 4 οἶδεν λ οm SVil.llD Ι ἐπαγγέλλει S ἐπαγγελεῖ VillD ἐπαγγελεῖ Vil 12 ὃ VaVo | φὴς libri Wolf Ι σὺ VaVo ras 2 litt V corr Wolf | σοι post ἡμᾶς inser V5 15 εἶχεν Va 16 τε reposui e libris δὲ Wolf 18 rat νέῳ reposui e libria τὸν νέον Wolf τῷ νέῳ aut τοῖς νέοις“ Re 19 ἄλλως V sed ως in ος corr m4 et re- nov m5)

361
Τιτιανῷ δὲ κρείττων ἡ φύσις τῆς ἀπ’ ἐκείνων βλάβης

ἀλλ ἀγαθῇ γε τύχῃ μενέτω τε καὶ πληρούσθω λόγων ἀρχαίων ἡγεμόνι τῷ γονεῖ χρώμενος.