Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἐγὼ τὸν σὸν υἱὸν παρόντα μὲν καὶ ἐφίλουν καὶ ὠφέ- λοῦν, εἰς ἀπόντα δὲ τό γε ἕτερον ποιῶ καὶ φιλῶν οὐ πέπαυ- μαι. δοκεῖς δέ μοι καὶ σὺ λόγους εὑρὼν ἐν αὐτῷ χάριν εἰδέναι τῷ δεδωκότι.

τούτου σημεῖον, ἀμοιβαὶ παρὰ σοῦ φοιτῶσιν ἀνδρί γε ἐλευθέρῳ μεγάλαι. καλῶ δὲ ἀμοιβὰς τὰ γράμματα. προσθεῖναι δὴ ταύταις ἔξεστί σοι καὶ δοῦναί μοι δῶρον, οὗ σοὶ μὲν ῥᾷον οὐδέν, ἐμοὶ δὲ μεῖζον οὐδέν

οἶσθά που Κυ- ρῖνον, ὅν οἱ λόγοι μὲν εἰς σοφιστοῦ θρόνον ἐκάθιζον, ἡ Τύχη δὲ εἰς ἀρχόντων ἤγαγεν. ἐκεῖνον λέγω τὸν Φιλίππῳ παρε- δρεύσαντα, τὸν Λυκίαν θεραπεύσαντα, τὸν ΙΙαμφυλίαν σεσω- [*](7 Vi γ΄, νς΄. Va δ΄ [νζ΄]. Vo δ΄, νς΄. S β΄, λα΄. Vi [ριγ΄]. C. D νη) [*](4 Phasganium cf. Seeck 254 8 Sievera 70 not. 47. Seeck 96. 345. Silomon 16 9 Calliopium cf. ep. 359 15 cf. ep. 359 17 a Seeck) [*](1 καθ’ ἡμέραν scripsi καθήμενος libri Wolf cf. ep. 1172 2 ὃν V sed o ex ω ras corr Ι καὶ(1) om Vi 4 καὶ inser V5 | ὑμέτερον SViC I προςθείην V sed ς add m5 Ι δ’ ἂν] δὲ ViC 6 καὶ ante πρὸς S I ἀλλότι Va | ὅτι SD Ι πρᾶξαι Vi 9 καὶ(1) om S 10 εἰς om D 12 σοὶ VaVo 14 προσθεῖναι δἠ ταύταις om SViCD I δὲ Wolf Ι δέ post ἔξεστι ἔστι D) SVtCD Ι αὐτῶ αὑτῶ C) post καὶ SViCD Ι μοι reposui e libris μὶν Wolf sed corr Add 862 15 ῥᾷον scripsi e SViCD ut coni Re ῥᾴ- διον VVaVo Wolf 17 φίλιππον C | παρεδρεύσαντα reposui e libris παρεδρεύοντα Wolf 18 τὸν Λυκίαν θεραπεύσαντα om VoSViD)

351
κότα, τὸν κυβερνήσαντα Κύπρον.

τούτῳ παῖς ἐστιν Ὁνω- ράτος, ὃν εἰ καὶ ἐμὸν θείης, οὐκ ἀδικήσεις. οὗτος ὁ νέος ἐγγέγραπται μὲν τῷ σῷ χορῷ, ᾄδει δὲ νῦν ἐν τῷ ἡμετέρῳ καὶ ἔσται δὴ βελτίων εἰς ἐκεῖνον ἀπὸ τῶν ἐν τούτῳ μελῶν. ἥξει δέ, οἶμαι, τότε, ὅταν γράφειν μὲν ὀξύτατος ᾖ, λέγειν δὲ ἀγα- θός. νεότης δὲ τοὺς γονεῖς μὴ φοβῇ.

ἄπεστι μὲν οὖν οὐ μόνος, μόνος δὲ ἴσως ὑπὸ καλῆς αἰτίας. ἣν αἰδεσθεὶς τίμη- σον ἐν τῷ καταλόγῳ τῶν νέων χώραν διδούς, ἣ πρὸ πολλῶν αὐτὸν ἀποδείξει. καὶ σοὶ παρ’ ἡμῶν ἀντὶ τούτων ὃ κεκτή- μεθα μόνον, ὁμολογία τῆς χάριτος ἐν λόγοις μακροῖς.