Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Δόμνῳ τούτῳ πατήρ τε ἦν ἀγαθὸς καὶ κηδεστὴς βελτίων· γαμεῖ γὰρ θυγατέρα Κέλσου, δι’ ὃν οὐκ ἄμοιροι Σύροι τῆς Ἰταλῶν φωνῆς. ἀλλὰ καὶ αὐτὸς ὁ Δόμνος τοιοῦτος, οἶος, εἰ καὶ μηδέτερον ὧν ἔφην εἶχεν, ἀπὸ τῶν τρόπων εἰκότως ἂν τιμᾶσθαι.
ζῶν γὰρ ἐν στρατιώτου σχήματι καλλίω γνώμην παρέχεται τοῦ βίου θράσους ἀπηλλαγμένος, πανουργεῖν οὐκ εἰδώς, κέρδος ἄδικον βλάβην ἡγούμενος, χάριν ἕτοιμος μὲν [*](12 Vi γ΄, νγ΄. Va δ΄, νδ΄. Vo δ΄, νδ΄. S β΄, νθ΄. Vi [ ρλδ]. D ξγ'.) [*](1 Seeck 218 10 Seeck 282 13 Seeck 65. 345. Silomon 16 14 Seeck 106 20 Plat. rep. II p. 366 A) [*](2 κηρύγματι D Ι εἰς Vind 3 ὧν Vind Wolf Cent Ι ὁ οm libri Wolf Cent inser Wolf ed Ι μαρκέλου D Ι παιδίοισ V sed σὶν supra δίοις m3 4 δέδοικα μὲν D 5 τοῦτ’ SVind Wolf Ι ἐκ- βάλῃ VaSVindD Wolf Cent ἐκβάλλει Vi 7 ὁ om D 8 ἄρ- χουσιν Vi Ι ὃν Vi 9 βεβαίωσιν Vi Ι δὴ] οὖν V δεῖ Vi Ι ἐπαγ- γἐλλομεν V sed μὲν e μαὶ corr m4 10 μάρκελος D Ι παρέξευ- ξεν V 13 τῶ αὐτῶ (i. e. Ἀκακίῳ) Vi ἀνατολίω D 16 ὁ — 18 τιμᾶσθαι citat excerpt Neap 16 Δόμνος] δὲ Neap 17 μηδ᾿ ἕτερον Va et e μηδέτερον corr Vi2 Ι ἀντιμάχεσθαι VVaVo sed in ἃν τιμᾶσθαι corr V5Vo4 θαυμάζεσθαι Neap)
τὴν μὲν οὖν τῇδε διακονίαν πεπλήρωκε, νόμῳ δὲ πρὸς τὴν μείζω στρατείαν μεθίσταται. τοῦ δ’ ὡς ἄριστα πράξειν ἐκεῖ μίαν ἐλπίδα τὴν σὴν ἔχει ῥο- πή ἔχει δέ γε καὶ τῆς ῥοπῆς αὐτῆς ἐλπίδας. δύο γὰρ δὴ ταῦτα παρ’ ἡμῖν ᾄδεται, ὡς ἐθέλεις τε τοῖς ἐνθένδε βοηθεῖν καὶ δύναμις ἴση τῇ γνώμῃ. ἃ νῦν ἀκούων Δόμνος ἐπὶ τοῖς ἕργοις πρὸς ἄλλους ἐρεῖ.