Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
τούτῳ τοίνυν τῷ Κλεοβούλῳ παῖς ἀδελφῆς ἐστι παρ’ ὑμιν καὶ μέλλει γε τελέσειν εἰς τοὺς σοὺς ὑπηρέτας. ἔγγραφε δὴ τὸν ἄνδρα μεθ’ ἡδονῆς καὶ τυγχανέτω χρηστοῦ τινος διὰ τὸν θεῖον καὶ τῷ δοῦναι χάριν ἔλεγχε τὴν παροι- μία ὡς ἄρα καὶ ἐν γῇ Χάριτες.
τξβ΄.
Ἀνατολίῳ. (358)
Οἶσθά που Μάρκελλον ἀπὸ τῆς τέχνης καὶ ἔτι γε προ- τερον ἀπὸ τῶν τρόπων· οὐ γὰρ μᾶλλον ἀγαθὸς ἰατρὸς ἢ χρηστὸς ἀνήρ
σὺ μὲν οὖν ·αὐτοῦ τὴν τέχνην ἐν ἄλλων ἔγνως σώμασι καὶ οὕτω γε τὰς ἁπάντων ἰατρῶν μανθάνοις· ἐγὼ δὲ αὐτὸν εἶδον ἐν τοῖς ἐμαυτοῦ κακοῖς, ἀφ’ ὧι με ἐξίλ- [*](13 Vi γ΄. [νβ΄]. Va δ΄, νγ΄. Vo δ΄, νγ΄. S β', νη΄. Vi [ ρκδ΄]. Vind ρνξ΄. D σζ΄) [*](5 Plat Menex. p. 244 D 7 Seeck 89. 12 Salzmann 8 14 Sievers 66 not 20. 224,4. 280 HH. Seeck 65. 344. Silo- mon 16 16 cf. ep. 359. 378. 384) [*](1 πρὸς V sed in παρ’ corr m5 Ι μετῴκησε VVi sed η ex ι corr V5Vi2 μετῴκισε Vo μετῴκισεν Va 8 αὐτὸν VVaVoSVi Wolf Ι πρότερον scripsi e V sed e πρῶτον corr m5, SViC πρῷ τὸν VaVo Wolf 4 λόγων V sed in ἀλλων corr m5, VaVo οὐ πολλῶν coni Re Ι διατοῦτο VVo Ι τίμιος S 5 ἀθετήσω Vi ὃς C 9 ὑμῖν V sed η supra ὑ m5 ἡμῖν τῶ αὐτῶ (i e. Ἀνατολίῳ) SVi 16 μάλκελον D Ι γε] δὲ Wolf Cent 16 ἰατρὸς ἀγαθὸς V 18 σώμασιν Va 19 αὐτὴν D)
ἔχοι δ’ ἂν καὶ ἕκαστος τῶν τὴν ὴμε- τέραν οἰκούντων ἐφ’ ὁμοίοις μνησθῆναι Μαρκέλλου. διὰ γὰρ δὴ παντὸς ἀφῖκται σώματος ἀντιταττόμενος τοῖς προσβολαῖς ὥστ᾿ εἰ μὲν οὗτος ὑγιαίνοι, καὶ τοῖς νοσοῦσιν ἐλπίδες· εἰ δ ἀσθενήσειε, κοινὸς ὁ φόβος κάμνουσί τε καὶ μὴ. τοῦτον ὁ μὲν τιμῶν οὐ θαυμάζεται, μικρὰ γὰρ ἀντὶ μεγάλων δίδωσιν· ὁ δ’ οὐ τιμῶν κἂν πατρὸς πατάξειε γνάθους.
ἐμοὶ μὲν δὴ πᾶσα ἀνάγκη τὸν πρεσβύτην ἀντευποιεῖν·ἀντευποιήσαιμι δ’ ἄν, εἰ τῇ σῇ δυνάμει χρησαίμην· ἡ γὰρ ἐμὴ λεπτή τις. προθυμοῦ δὴ καί με δεῖξον εἰς ἀμοιβὰς οὐ φαῦλον.
τοίνυν αἰτοῦ μὲν; Μάρκελλος ὀψέ ποτε γίγνεται πατὴρ μάλα ταύτης ἐπι- θυμήσας τῆς κλήσεως καὶ πρὸς ἱεροῖς ἱκετεύσας καὶ ἔστιν αὐτῷ τὰ τέκνα, Ἀσκληπιοῦ δῶρα.