Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
ὃς οἶν τότε ἂν ἔδωκας τὴν χάριν, νῦν οὐ λογιῇ τὴν ἀνάγκην; οἶμαί γε. κἀκεῖνο δὴ μαντεύομαι θαρ- ρῶν, ὡς καὶ ἀπὼν τεύξομαι ὧν οἱ παρόντες ἀπολαύουσι Βάσ- σου τοῦ θαυμαστοῦ μέγα ποιουμένου Κυρῖνον εὖ ποιεῖν καὶ ἐμέ, παρ’ ὧν αὐτῷ δῶρον οὐ φαῦλον τῶν ἔργων ἔπαινοι.
τξ΄.
Ἰαμβλίχῳ. (358)
Ἔλαβόν σου πάνυ βραχεῖαν ἐπιστολήν, καίτοι βουλο- μένῳ με διδάσκειν ἐν ᾧ τὰ πράγματα ἕστηκεν ἦν μακροτέραν [*](15 Vi γ΄, ν΄. Va δ΄, να΄. Vo δ΄, να΄. S β΄. μγ΄) [*](4 cf. ep. 383. 430. Salzmann 40 16 Sievers 76 not 29. Seeck 184. 344. Silomon 16) [*](1 καὶ ante ταῦτα D 2 σοἰ V sed ὶ corr m2 et repinxit m5 Ι ἐκεῖσε V sed αυτον suprascr m5 3 οὕπω scripsi e V sed ex οὕτω corr m5, SViD ut coni Re οὕτως VaVo οὔπως Wolf 6 οὖν ante ἦν VaVoD 6 λέγων Vi Ι ὀνώρατον Va ὀνωράρου Vi ὀνωράτον SD Wolf 9 μὲν S Ι ras 2 litt post ὅτε V βελ- τίων Vi Ι ταῦτ’ S Vi 10 ἔδωκας ἂν τότε V sed ἂν inser m3 11 κἀκείνω coni Re Ι θαρρῶν om Vi 12 καὶ — ἀπολαύουσι in ἁ δὴ συνόντες ἐρεῖτε, νομίζετε καὶ ἐμὲ τὸν ἀπόντα ταῦτα ἀκούειν mutavit excerpt Neap Ι καὶ et τεύξομαι inser V5 om VaVo Ι ἀπολαύσει V sed σεῖ in ras m3 et in ουσι corr m5 Ι βασου Vi 14 αὐτῶ V sed ω ex ων corr M5 Ι ἔπαινος Vi 16 ἰαμβλίχω φιλοσόφω S 18 μοι S Ι ἔστηκεν V sed εν in ras m4 Ι μακροτέ- ραν scripsi scripsi μακρότερα libri Wolf)
ἐγώ σε τὸ πρῶτον ἡγούμενος εἰς Ἰταλίαν τρέχειν ἔπεμπον ἐκεῖσε γράμματα. Πρόκλος <δὲ> α ὁ κομίζων. μικρὸν ὕστερον ἔμαθόν <σε> α Ἀθήνησιν εἶναι διενοούμην πέμπειν Ἀθήναζε, σὺ δὲ ἐκ Μακεδονίας ἐπέστελ- λες. πάλιν Ἀθήνηθεν γράφεις. τί τις ἂν ποιήσειε πρὸς τοσαῦ- τα πτερά;
ἀλλ’, ὦ πολλὰ μὲν ἀθυμήσας, πολλὰ δὲ ὑπο- μείνας, ἀφεὶς τὸ ἐπιστέλλειν αὐτὸς φάνηθι νομίσας ταύτην εἶναι τὴν φωνὴν τῶν σῶν ἀγρῶν τῶν ἔτι μὲν καλῶν, σοῦ δὲ ἀπόντος χρόνον μακρὸν ἴσως ἀκουσομένων τι καὶ ἄλλο.
τξα΄.
[*](W 364)Παρνασίῳ. (358)
Ἤιδειν ὅτι μου δέξη τὴν ἐπιστολὴν ἡδέως, καὶ γὰρ παρ- ὼν τοὺς λόγους. ταῦτα δὲ πείθων ἐμαυτόν, εἰ καὶ χάριν εὐθὺς αἰτοίην, οὐκ ἐκφέρομαι τοῦ εἰκότος. ἢ γὰρ οὐ νομί- ζοντα φιλεῖσθαι χρῆν ὀκνεῖν ἢ φιλεῖσθαι πεπιστευκότα δεῖ θαρρεῖν. ἡ δὲ χάρις καὶ δοῦναι ῥᾴστη καὶ τῷ διδόντι καλή. [*](14 Vi γ΄, να΄. Va δ΄, νβ΄. Vo δ΄, νβ΄. S β΄, λβ΄. Vi [ ξζ΄]. C) [*](6 Seeck 248 16 Sievers 95 not. 54 Seeck 231. 344. Silo- mon 16) [*](3 μικρὰν et ἐποίει scripsi e VaVoS μακρὰν et ἐποίησε V Wolf 4 δὲ(1) inser V5 6 δὲ inserui om libri Wolf 7 σε in- serui om libri Wolf Ι καὶ inserui e V sed inser m5, S om Va Vo Wolf 8 ἐπέστελλες scripsi e VS ut coni Re et e Par. 3035 Boissonadius Anecd. IV 147 ἀπέστελλες VaVo Wolf 9 τίς V Vo Ι οὖν post ἂν inaer V5 Ι ποιήσειεν V sed v a eras 13 σομεν τι V sed in ἀκουσόντων γέτι corr m5, VaVo sed in hoc in ἀκουσομένων τι corr m4 ἀκουσόντων γέ τι S Ι ἄλλως S 15 Παρνασίῳ om C 16 Ἤδην Vi sed η in ει corr m2)
γνῶθι δέ · Κλεόβουλος ἐξ Αἰγύπτου παρ’ ἡμᾶς μετῴκησε, ποιητής τε ἀγαθὸς καὶ διδάσκαλος οἷος οὐκ ἄλλος, δοὺς δὲ αὑτὸν οὐ πολλοῖς, οὐ γὰρ ἔρρωτο τὸ σᾶμα, πρότερον ἐποιεῖτό με τῶν ἄλλων. καὶ διὰ τοῦτο Κλεόβουλος ἐμοὶ τίμιον, κἂν ἐπιτάττοντος ἀπειθήσω, παῖς ἠδίκηκε πατέρα.
καὶ τί δεῖ με μηκύνειν περὶ αὐτοῦ παρόντος σοι τοῦ τὸν ἄνδρα εἰδότος Ἀριστοφάνους. ὃν ἄνευ τῶν ἄλλων κοσμεῖ τὸ σοὶ συνεῖναι ἐθέλειν;
τούτῳ τοίνυν τῷ Κλεοβούλῳ παῖς ἀδελφῆς ἐστι παρ’ ὑμιν καὶ μέλλει γε τελέσειν εἰς τοὺς σοὺς ὑπηρέτας. ἔγγραφε δὴ τὸν ἄνδρα μεθ’ ἡδονῆς καὶ τυγχανέτω χρηστοῦ τινος διὰ τὸν θεῖον καὶ τῷ δοῦναι χάριν ἔλεγχε τὴν παροι- μία ὡς ἄρα καὶ ἐν γῇ Χάριτες.