Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Τὰ μέγιστα ἡμᾶς ἀφελόμενος ἔδωκας, σμικρὰ μὲν οὐκ ἂν φαίην, οὐ μὴν ἡλίκα γε ἀφείλου· τὸν γὰρ υίὸν μεταπεμ- ψάμενος ἔπεμψας ἡμῖν ἐπιστολήν. ἦν δὲ ἐκεῖνος μέν μοι παρὼν τοσοῦτον, ὅσον καὶ σὺ συνών, τὰ γράμματα δὲ ἡδὺ μέν, δεύτερον δὲ ἐκείνου.

Καλλιόπιος μὲν οὖν ἀγαθῶν τύχοι διδασκάλων καὶ διασώσαιτό γε τὴν ἐντεῦθεν κρηπῖδα· νῦν δὲ σὲ χάριν αἰτοῦμαι, ἣν οὐκ ἄν ἠβουλόμην αἰτεῖν ἠναγκά- σθαι.

Κυρίνῳ παῖς ἐοτιν Ὁνωράτος, ὁ δὲ Κυρῖνος ἀπὸ μὲν τῶν ἀρχῶν, τρεῖς δὲ αὗται, πενέστερος ἀπῆλθε, ῥητορι- κῆς δὲ πρὸς τοσοῦτον ἧκεν, ἐφ’ ὅσον ἄν, εἰ παρὰ τὸν Ἑρμῆν ἐτύγχανε φοιτήσας.

οὗτος πολλῶν γεγονὼς πατὴρ νῦν ἑνός ἐστιν Ὁνωράτου καὶ εἴη γε καλοῦ τε ὄντος καὶ ἀγαθοῦ καὶ κοσμοῦντος οὕτω γενναῖον πατέρα.

τούτῳ δὴ τῷ βελτίστῳ νέῳ νόσημα ἐμπεσὸν καὶ προβὰν εὶς μῆκος, μὴν γὰρ οὑτοσὶ δέκατος, πολλὴν μὲν ἐν πολλῷ χρόνῳ σοφίαν ἰατρῶν ἐνίκησε, καὶ ἦν ἡ πόλις ἐν ἀγρυπνίᾳ τε καὶ φόβῳ· κτῆμα γὰρ ἡμῖν Ὁνωράτος κοινόν.

νῦν δὲ ἔκλινε Μάρκελλος ὁ χρηστὸς τὸ κακόν, καὶ χρῆσθαι τοῖν ποδοῖν Ὁνωράτος ἄρχεται. τοῦτο δὲ [*](1 Vi γ΄, μθ΄. Va δ΄, [ν΄]. Vo δ΄, ν΄. S β΄, π'. Vi κγ΄. D ρμη΄) [*](2 cf. ep. 358. Sievers 70 not. 41. Seeck 96. 344. Silomon 16 7 Seeck 102 10 cf. ep. 358. 366. 407 19 cf. ep. 362) [*](2 κάσω Vi 3 ’T ὰ Vi sed ’Trubr Ι μικρὰ SViD 4 φαίης D γε om Vi 6 σὺ suprascr V2Vo4 om Va σοι D 8 κρηπῖδα VaVoViD 9 αἰτοῦμαι scripsi e VViD αἰτοῦμεν VaVoS Wolf | ἠβουλόμην V sed η in ε corr m3 10 ὀνωράτος VaVoSViD cf. ad ep. 251 12 πρὸς Va sed e πρὸ corr m2 Ι ἦλθεν SVi Ι περὶ S 14 ὀνωράτον VVoSViD Ι γε] τὲ D Ι τε scripsi e SViD γε VVaVo Wolf Ι κἀγαθοῦ V sed e καὶ ἀγσθοῦ corr m5, VaD 17 πολλῶν Vi Ι ἐνίκησεν V 10 ἡμῖν post πόλις Vi 19 όνω- ράτος VVoS ViD Wolf Ι μάρκελος D 20 ὁνωράτος inser V5 ὀνωράτος Va sed ex ὀνώρατος corr m2, SViD Wolf)

342
ἦν κρεῖττον ἐλπίδος.

τί δὴ ταῦτα διῆλθον; οὐκ ἀνιᾶν σε βουλόμενος, ἀλλ’ ἐπεὶ τοὺς ὑπὸ σοὶ πάντας ἀκούομεν ἐκεῖσε κεκλῆσθαι, ὧν εἰς οὗτος, διδάσκειν σε ἐθέλων ὡς οὔπω εὖ πράττομεν.

καίτοι θῶμεν τὸν νέον ὑγιέστερον εἶναι Κρό- τωνος· οὐκ ἂν ἦν μοι καὶ τότε λόγος πειρωμένῳ κατέχειν, ὅτι, ἀνδρῶν ἄριδτε, Βάσσε, λόγων τὸν Ὁνωράτον ἐχό- μενον καὶ μίαν ὄντα γονεῦσι παεαμυθίαν ἐν ἡλικίᾳ δεομένῃ τῶν πατρὸς ὀφθαλμῶν ἡμῖν νῦν μὴ κίνει, καί, ὅτε βέλτιον, ἥξει; ταῦτα οὐκ ἄν ἐπένευες εἰπόντος;

ὃς οἶν τότε ἂν ἔδωκας τὴν χάριν, νῦν οὐ λογιῇ τὴν ἀνάγκην; οἶμαί γε. κἀκεῖνο δὴ μαντεύομαι θαρ- ρῶν, ὡς καὶ ἀπὼν τεύξομαι ὧν οἱ παρόντες ἀπολαύουσι Βάσ- σου τοῦ θαυμαστοῦ μέγα ποιουμένου Κυρῖνον εὖ ποιεῖν καὶ ἐμέ, παρ’ ὧν αὐτῷ δῶρον οὐ φαῦλον τῶν ἔργων ἔπαινοι.