Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Πόλλα μὲν ἡμῖν τὰ πράγματα καὶ μόλις ἀναπνεῖν ἐῶντα, νέων ἔξω πλῆθος, ὁ τοῦ γράφειν ἔνδον πόνος, φίλων δυσκο- λίαι χρῄζουσαι βοηθείας, τὰ μὲν θεραπευόμενα, τὰ δὲ κινού- μενα.

τουτὶ δὲ τὸ πλῆθος σιτίων μὲν ἡμᾶς πολλάκις ἀπέ- στῆσε, καί που καὶ ἠμέλησα τροφῆς ὑπ’ ἀσχολίας, τὴν δὲ τοῦ [*](14 Vi γ΄, μα΄. Va δ΄, μβ΄. Vo δ΄, μβ΄. S α΄, γ΄. Vi μξ΄. D λᾱ) [*](15 cf. ep. 352. Seeck 157. 348. Silomon 16 20 Plat. Theaet. p. 174 D) [*](1 ἐπεὶ V sed ἐπ in ras m5 8 δὲ libri sed add V3 corr Wolf 4 Ἰουλιανὸν δὲ τὸ et καὶ τὸ et 5 ἔπειθε reposui e libris Ἰουλιανὸς δὲ τῷ et καὶ τῷ et ἐπείσθη Wolf sed corr Add 861 6 αὐτοῦ libri Wolf 7 λαβὴν V sed ὴ in ras m5 Ι δα- κρύων μὲν V sed μὲν inser m5 8 ἀνέμνησας οὖν D 9 ἀχθό- μενον D 10 τε οm D Ι ἐμειδίασεν Va | δὲ om V 12 δὴ scripsi e VaVoD δὲ V Wolf 13 siiccedit in Va Vo sub numero μὰ epistula quae est inter mutuas ad Basilium 11 (= W 1590) 17 πόνος V sed ον in ras 3 litt m5 18 χρῄζουσαι Va D 20 καὶ inserui e VD om VaVoSVi Wolf)

333
καλοῦ Φλωρεντίου μνήμην οὐδὲν πώποτε οὐτ’ ἐξέβαλεν Οὔτ ἐμάρανεν, ἀλλ’ ἀνθεῖ τοῦτο παρ’ ἡμῖν καὶ τέθηλε καὶ τὸ περὶ σοῦ τι λέγειν ἐν πανηγύρεως μέρει τὸ πρᾷον ἐπαινούντων, τὸ βέβαιον τῶν τρόπων, τὴν ὀξύτητα τοῦ νοῦ, τὸ τιμᾶσθαι τὴν Ἀλήθειαν, τὸ τοὺς ἀγαθοὺς ἐν οἷς ἄξιον εἶναι.

τοιαῦτα ᾄδομεν ἐρίζοντες ὅστις ἐρεῖ πλείω, καὶ τὸ μέγιστον, μεί- ζων ἡδονὴ περὶ σοῦ τι κάλλιον εἰπεῖν ἢ παρ’ ἄλλων ἐπαίνου τυχεῖν· οὕτως ἕκαστος πρὸ αὑτοῦ σε πεποίηται.

τὸ μὲν οὖν ἥδιον ἦν αὐτὸν ἔχειν ὁρᾶν, μικρὸν δὲ οὐδὲ ὁ δεύτερος πλοῦς, ἐπιστολὴν τὴν μὲν πέμψαι, τὴν δὲ λαβεῖν. μόνος δὲ σὺ καὶ μὴ γράφων οὐκ ἀνιᾷς. οὐδὲ γὰρ τοῦτο μεταβολῆς σημεῖον, ἀλλὰ καὶ σιγῶν θαρρεῖν δίδως τοῖς φίλοις ὡς τῆς γνώμης ἐν ὁμοίῳ μενούσης.