Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Δέδεικται μὲν ἅπας ὁ λόγος καί τις ἐγένετο θόρυβος καὶ κρότος, καὶ ὅτῳ κόσμος ἦν ὁ λόγος, πέμπειν αὐτὸν ἔγνωκε [*](1 Vi γ΄, λδ΄ (=ωκ). Va δ΄, λδ΄. Vo δ΄, Vo δ΄, λδ΄. S δ΄, θ΄. Vi νθ΄ γ΄, λε'. Va δ΄, λε΄. Vo δ΄, λε΄. S β΄, ξθ΄. Vi σμζ΄. Vind οζ΄) [*](2 Sievers 222, 1. Seeck 282 343. Silomon 16 3 Salzmann 95 17 Sievers 72 not. 5. Seeck 43. 343. Silomon 16 18 cf. ep. 353; or. 1 t. I 137, 2 sq. Seeck 283) [*](2 Στρατηγίῳ om Vi τῷ αὐτῷ (i. e. Στρατηγίῳ) S 3 ψῦχος libri ut constanter (cf. p. 330, 6) 4 τὸ ante τότε Vi 6 ἥκων scripsi ἧκον VVaVo Wolf ἥκω S ἦλθον Vi Ι κακῶν V sed ῶν ex ὸν corr m3 8 τῆς εὐνῆς | τῆς, ἐν ἦ Vo Ι ἐντιμότατόν μοι Vi 9 τότ’ Vi Ι ὡς scripsi e VVaVo sed in hoc del m3 ὁ SVi Wolf Ι παρειστήκοι Va 10 αὐτοῦ libri sed ’ in ’ corr V5 Ι ἔχρηζε VaSVi 11 ἀμύναι VaVoVi cf. p. 308,19 12 καὶ in- serui e S Vi om VVaVo Wolf Ι σε om V Ι κεκωλῦσθαι S Vi for- tasse recte at cf. ad ep. 356 p. 338,3; t. VII 566,9 17 τῶ αὐτῶ (i. e. Ἀκακίῳ) S Vi)

326
πολλαχοῖ τῆς γῆς· οὕτως ἥσθη τῷ δώρῳ· ἐμοὶ δὲ μικρὰ μὲν οὐδὲ ταῦτα, τὸ δὲ μεῖζον οὐκ ἐγένετο. τοῦτο δὲ ἦν ἐν τῷ θεάτρῳ σὲ φαίνεσθαι ποιοῦντα ὅπερ εἰώθεις, προεκπηδῶντα. ὥστε καὶ πρὸς τὸν Εὐσέβιον, ὁπότε γίγνοιτο βοή, πολλάκις ἐφθεγγόμην῾· τί δ᾿ ἄν ἦν τὰ νῦν ἐκείνου παρόντος; δὲ δὴ λέγων.

ἀ,λλὰ τούτων μὲν λήψομαι παρὰ σοῦ δίκην, ἐπειδὰν αὐτὸς μὲν ᾖς ἐν τῷ λέγειν, ἐγὼ δὲ ἐν τῷ ψηφίζεσθαι· τὸν δὲ Τιτιανὸν ἴσθι ζῶντα, ὡς ἂν εὔξαιο, καὶ θέοντα μᾶλ- λον ἀκέντητον ἢ τὸν Ἱέρωνος ἵππον. φύσις δὲ ἀρίστη προσ- λαβοῦσα πόνων ἐπιθυμίαν ὁπόσον τι γίγνεται, τεκμαίρου.

τούτων δέ σοι καὶ Τουσκιανὸς ἄγγελος ἥξει λόγων δημιουρ- γός τε καὶ κριτὴς ἀγαθός, ὃς ἥκων ὡς αὐτὸν δείλης ἀπαιτή- σων τὸ σκέμμα ἀπέβη θαυμάσας.