Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
πλήρης δὲ νόμων ἐκεῖθεν ἀπελθὼν καὶ τὸ τῶν λόγων τῶν ἡμετέρων σθένος ὃ πρότερον εἶχεν οὐκ ἐκβα- λῶν ὑπὸ τῶν νόμων δύο λιμέσι τοὺς εἰς αὑτὸν καταφεύγον- τας ἐδέξατο, ἐδέξατο, νόμων τε ἀναγνώσει καὶ ῥητορικῆς ἰσχύι.
καὶ μισθοῦ μὲν οὐκ ἠμέλησεν, οὐ μὴν ἓν τοῦτο εἶδεν, ὅπως λήψεται μισθόν. ἀλλ’ οὕτω λαμπρῶς ἀγωνίζειαι καὶ πᾶσι, οἷς ἔχει, ὥστε ὀλιγάκις μὲν ἥττηται. χάριτες δὲ αὐτῷ καὶ παρὰ τῶν ἡττημένων.
τῆς δὲ σῆς ἀρχῆς ἐπαινουμένης πρῶτον μὲν οὐκ ἀπιστεῖ, τοῦτο δέ ἐστι τὴν σὴν εἰδότος φύσιν, ἔπειτα χαίρει καθάπερ ἡμεῖς, οἷς ἔνι μάλιστα χαίρειν ἐν τοῖς σοῖς ἀγαθοῖς, καὶ τοὺς ὑπὸ σοὶ μακαρίζει καὶ βούλοιτ’ ἂν ὑπὸ σοὶ γενέσθαι.
πρὸς δέ γε ἡμᾶς ὁ Θεόδωρος, ὁποῖον ἂν ἀξιώ- σαις. οὗτος γάρ ἐστιν ὁ πρὸς ἡμᾶς τὸν υἱὸν μεταθεὶς καὶ τοῖς ἄλλοις δείξας τὴν ὁδὸν κοὶ συμβουλεύσας ἔργῳ, ποῖ χρὴ βαδίζειν. καὶ δὴ Λαὶ τῶν πραγμάτων ἡμῖν εἰς δικαστήριον [*](1 Seeck 308 7sq. Berytum) [*](2 σὲ V 4 ἀγνοεῖν S 6 ἀρραβίᾳ VoS Wolf cf. ep. 320. 369 7 πατρῴων αὐτὸν Vi Ι σὴν om V 8 ἐπικτήσει Vi 10 τῶν ἡμετέρων om Vi ἡμετέρων om S Ι ἐκβάλλων Vo 11 δύο — 12 Λέξατο praemissis verbis τὸ δύο οὐ μόνον ἐπὶ εὐθείας καὶ αἰτιατικῆς, ἀλλὰ καὶ ἔπι γενικῆς καὶ δοτικῆς τίθε- ται. Λιβάνιος citat Thomas Mag. s. v. δυοῖν p. 91,9 R 11 λι- μέσιν Va Ι αὐτὸν VVaVoVi Wolf 12 καἰ(2) inserui e S om V VaVo Wolf 13 ἠμέλησεν scripsi e VaVoSVi ut coni Re ἐμέλησεν V Wolf | ἕν τοῦτ’ SVi Ι εἶδεν scripsi e VoSVi οἶδεν VVa Wolf 15 ἔχει reposui e libris εἶχε Wolf Ι ὥστ’ Vi 17 ἐστιν Va 18 ἐν om Vi 19 σοὶ(1)] σοῦ Vi 23 δεῖ V)
τὸν οὖν οὕτω μὲν θαυμαστόν, οὕτω δὲ σοὶ προσκείμενον, οὕτω δὲ ἐμοὶ φίλον, ἐν πρώτοις δὲ τεταγμένον ὑπὸ τῆς τέχνης μὴ καὶ διὰ τῶν ἄλλων ἐν πρώτοις εἶναι ποῦ καλόν; ἢ βούλει ζητεῖν ἡμᾶς ἕτερον, ὅστις τοῦτο ποιήσει; ἀλλ’ οὐκ ἀμήχανον μέν, οὐκ ἄξιον δὲ Θεοδώρου. τὸ γὰρ διὰ σοῦ μεῖζον ἄγει τοῦ πράγματος καὶ τὸ μηδενὸς τυχεῖν τοῦ δι’ ἑτέρου τυχεῖν με- τριώτερον αὑτῷ.
δὸς δὴ σαυτόν, καὶ ἔστω Θεόδωρος ἐν τῷ καταλόγῳ τῶν ὑπὸ σοῦ κεκοσμημένων· πολὺ γὰρ ἄμεινον τοῦτόν μοι προσδραμόντα φιλοῦντα ἅμα λέγειν, ἃ τετίμηται ἢ σὲ ζητεῖν, ὅ τι ἀπολογήσῃ.