Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Τῆς μὲν στύρακος, ἣν ἔπεμψας, ἡδίω τὰ γράμματά σου, καὶ οὐ ταύτης γε μόνον, ἀλλὰ κἀκείνης, ἣν φὴς οὐκέτι φοι- τᾶν ἐξ Ἰσαύρων ὡς ὑμᾶς· τοῦ λόγου δὲ οἷς μὲν εἶπον συνή- δομαι, τοῖς δὲ ρηθησομένοις βούλει με τὸ βλάσφημον ἀφεῖναι.
καίτοι, κἂν μὴ λέγω, πέπληγμαι τὴν καρδίαν ὡς οὐκ οὔσης ἐν τοῖς δευτέροις βοηθείας, ἣν περιμένων ἐγὼ καὶ κεχηνὼς πρὸς τὰς πύλας καὶ λέγων πρὸς τὸν Στρατήγιον· ὁπότε δὲ ἥξει; καὶ ἀκούων ὡς αὐτίκα, λαβὼν τὰ γράμματα πολλα- χόυεν εἶχον ἀθυμεῖν τῇ τε ἀρρωστίᾳ τῆς γυναικός, γυναικὸς [*](10 Vi γ΄, κη΄. Va δ΄, κη΄. Vo σ΄, κη) [*](4 sq. cf. ad 1. 1 502, 9 6 Seeck 84 ΙΙΙ 11 cf. ep. 345, Sievers 224,4. 276, 2. Seeck 43. 347. Silomon 15 12 cf. ep. 1008; t. Ι 181,9 cum schol. 17 Arist. Ach. 10 18 Seeck 282) [*](1 ἄνθρωπος scripsi ἀνος V sed ο in ras m5 ἄνθρωπος Va ῶν SVi Wolf ἂν Vo 2 αὐτοῦ VVoVi Ι ποίη Vo Ι ἡμῖν S 4 οἱ- κείαν scripsi e Vi sed ει ex ι corr m3, ut coni Re et Dorvillius (Wolf Add 861) οἰκίαν libri Wolf 12 ἧσ V sed in ἥν corr m5 13 φὴς VVa Wolf φῆς Vo 16 σὴς post οὔσης inserendum coni Re 18 πότε? 19 signum interrogationis posui colon V om Va Vo Wolf Ι ἀκούων scripsi e V ut coni Re ἑκὼν Va γρ ἔλαβον Vo Wolf Ι ὡς δὴ αὐτίκα ἥξοντος coni Re Ι λαβὼν V)
παρεμυθούμην δ’ οὖν ἐμαυτὸν ἐκ τοῦ μὴ πάντα εἶναι τοῖς ἀνθρώποις εὐτυχεῖν καὶ συνεχῶς ἐπῇδον τό· ἀλλ’ οὔπως ἅμα πάντα.
Στρατήγιος δὲ καὶ δὴ λαμπρῶς κατεβόα τῆς Τύχης καὶ ὢν ὥσπερ πρὸ τοῦ καὶ φόβον τὸν τοῦ λέγοντος φοβούμενος οὐδὲν ὅ τι οὐκ ἐφθέγγετο περὶ τῆς σῆς ἀπουσίας.
ἐγὼ μὲν οὖν εἴσειμι τὸν Ἑρμῆν ἀντὶ σοῦ μοι πιστεύων ἔσεσθαι, σὲ δὲ εἰη τῶν παρόντων ἀπαλλαγέντα κα- κῶν ἐλθεῖν μὲν ὡς ἡμᾶς, εἰ βέλτιον, μένειν δὲ κατὰ χώραν, εἰ βέλτιον.