Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Αὐτήν τε ταύτην ἐθρήνησα τὴν πόλιν ἣν ἥδιστα μὶν εἶδον, ἄκων δὲ ἐξέλιπον, ἐπόθουν δὲ καὶ οἴκοι καθήμενος, πρό τε τῆς πόλεως τὸν ὑπ’ αὐτῆς τε καὶ μετ’ αὐτῆς οἰχόμενον 10 τὸν γενναῖον Ἀρισταίνετον.

νομίζω δὲ τῶν θρήνων μηδέ τερον μὲν ἐμόν, ἀμφοτέρους δὲ εἶναι τῆς Λύπης ἐν ᾧ γὰρ ἐξειστήκειν τε ἐμαυτοῦ καὶ φόβον παρεῖχον τοῖς οἰκείοις ὡς οὐκ ἀντισχήσων τῷ κακῷ, τότε ἐκείνη λαβοῦσά μου τὴν χεῖρα ἔγραψεν ὅ τι ἤθελεν.

οἷς δὲ ἑκάτερον ἔδειξα, τέτταρες ἦσαν, 15 οὐ γὰρ ἦν ὁ καιρός μοι θεάτρου, πρὸς μὲν τῷ θείῳ Πρισκιανὸς ὁ ῥήτωρ, ἐπὶ δὲ τούτῳ Φιλοκλῆς ὁ καλὸς καὶ ὅ γε φιλεῖν με- μελετηκὼς Εὐσέβιος. Σαβῖνος δὲ ἄρα ἦν ἐπ’ ἀγροῦ

οὗτοι [*](6 VII α΄, σ(??)γ΄. Vo α΄, ιθ΄. β΄, κβ΄. Vi ξε΄. Vind ροβ΄. pr) [*](3 versus praemissa voce παροιμία apud Suidam a. v. αὐτίκα) [*](4 cf. p. 44,10 7 Sievers 26 not. 91. Seeck 118. 363. Silo- mon 18 8 Nicomediam cf. t. I 107, 4sq. t. IV 329 sq. ep. 35. 388. Dionys. ep. 2 12 Ael. var. hist. III 18 16 Phasganio Seeck 234 | Seeck 244 18 Seeck 140 | Seeck 262) [*](2 τὴν ante λέγουσαν Vi Par. 3035 (Boisson. l. l.) 3 versum suum in usum convertit Theodorus Hyrt. laud. Anin. ed. Boisson. Anecd. 11 413 φυτὸν αὐτίκα μέλλον κάρπιμον ἔσεσθαι 4 ἐρα- στὴς scripsi auctore Re ἐραστὴν libri edd | ἐπαινούμενον D 6 καὶ om Β 8 ἐθρήνησα Vo sed ἐμονώδησα suprascr m 3 9 ἄκων — καθήμενος praemissis verbis Λιβάνιος ἐν ἐπιστολὴ citat Thom. M. s. v. ἐρῶ p. 143, 11 R | δ᾿ edd | ἐπένθουν Vi) [*](10 ὑπ’ αὐτῆς τε S sed ε supra ὐ ἐπ’ αὐτῆς Wolf 12 εἶναι om Wolf 13 ἐξεστήκειν V 15 ἑκατέραν VoS Vi Vind pr 16 ὁ snprascr S om V Vi)

30
μὲν ἐμοῦ, τούτων δὲ οὐδεὶς ὅστις οὐκ ἤκουσεν ὡς ἀκούσει· καὶ αὐτίκα με περιειστήκεσαν ἀνάγκαι κελευόντων ἢ ἀναγι- νώσκειν ἢ ὁμολογεῖν ἀδικεῖν. ἔδωκα τὸ βιβλίον, οἱ δὲ παρα- λαβόντες οὐ πολλοὺς ἀνηκόους ἀφῆκαν. ἐξέστω δὲ καὶ σοὶ μόνῳ τε ἐντυχεῖν, εἰ βούλοιο, καὶ σὺν ἄλλοις, εἰ τοῦτ’ ἀρέσκοι.

δοκεῖς δέ μοι καὶ αὐτὸς εἰργάσθαι τι τοιοῦτον εἰς τὸν ἀδελφόν οὐ γὰρ ἦν τοῦ σοῦ στόματος σιγῇ θάψαι τὸν ἄνδρα ἐκεῖνον. πέμπε οὖν ὡς καὶ αὐτῶ μονῳδίαις οὐκ ἀηδῶς συν- όντι μετὰ τὸν σεισμὸν ἐκεῖνον θαυμάζω δὲ εἰ νῦν τοιούτων ἀπολαύοντες τῶν βοτρύων τὴν παροῦσαν ὥραν χειμῶνα καλεῖν τολμήσετε.