Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἀντίοχος οὑτοσὶ τῶν πολλάκις ἡμᾶς σεσωκότων ἐστὶ τῇ τέχνῃ· κατὰ μὲν γὰρ τὴν γλῶτταν ἴσως ἑτέρου δεύτερος, οὗ δὲ ἀναστῆσαι δεῖ, τοῖς πρώτοις ἐνάμιλλος.
τῶν μὲν οὖν χειρῶν αὐτοῦ πᾶσα ἡ πόλις ἀπολαύει δι’ ἴσου, πρὸς δὲ τὸ γένος ἡμῶν πατρόθεν ἐστὶν αὐτῷ φιλία, καὶ γέγονεν οὐκ ὀλί- γοις ἡμῶν ἀντὶ τροφέων, ὃ τούτῳ πολλοὶ τῶν ἡμετέρων προ- [*](13 Vi γ΄, ιη΄. Va δ΄, ιη΄. Vo δ΄, ιη΄) [*](2 Salzmann 81 4 Salzmann 68 7 Thuc. II 40 14 Sie- vers 233,3. Seeck 87. 846. Silomon 17 15 Seeck 77) [*](1 τὸ om Vo 2 κολοιῶν V sed ῶ ex ά corr m 5 3 μέλλει Va ViI Ι γίγνοιτο V sed γ(2) inser m 5 4 τῶν ante φίλων SViii Wolf delevi coll epp. 1209 1236. 1504. 1637 6 σὺ om S Ι τῶν ante ἀθηναίων V sed eras. Wolf delevi 6 ποιῶν μελετᾷς vel ἀσκεῖς vel μιμῇ post καλῶς ineerendum coni Re Ι καλοὺς Wolf Cent 9 τοῦ inserui auctore Re om libri Wolf 10 δὲ V sed ὲ in ' corr m 5 δ᾿ SViII | λόγους τὸ Vi I οἶς ViI et II Vind Ι ἀπῇρας VVo Wolf 12 πάλλιν Vi 15 ἐστὶν Va Ι τῇ τέχνη scripsi e V ut coni Re τὴν τέχνην VaVo sed in hoc in τῇ τέχνη corr m 4 17 ἀναστῆσαι scripsi auctore Re ἀναστῆναι libri Wolf)
Θεοδώρα μὲν γάρ, οἰχομένου Θαλασσίου θυγάτριον, ὡς δὴ τούτῳ κουφιοῦσα τὴν λύπην δεηθεῖσα λαμβάνει καὶ ἠγάπησεν ὥσπερ αὐτὴ τεκοῦσα· ἐπεὶ δὲ καλῶς ἔχει τὴν κόρην ἡμῖν ἐπανελθεῖν, Ἀντίοχος μετὰ τῆς γυναικὸς ἐπὶ τὴν κομιδὴν ἔρχεται τά τε ἄλλα φύλαξ ἀγαθὸς καὶ τῷ σώματι βοηθὸς τὴν ἀπὸ τῆς τέχνης πρόσοδον ἐλάττω κρίνας τοῦ χαρίσασθαι τοῖς φίλοις.
λαβέτω δὴ πεῖραν τῆς σῆς φύσεως, ὅπως καὶ οὗτος ἀγγέλλῃ τοῦτο δὴ τὸ περὶ σοῦ παρὰ πολλῶν ᾀδόμενον, ὡς οὐδείς σοι παραπλήσιος.