Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Χάρις γε σοὶ προσθέντι τὸ ὅτι ὑγίανας τῷ ὅτι ἠρρώ- στησας καὶ τοῖς γε μὴ προσαγγείλασιν ἡμῖν, ἡνίκα ἠσθένεις, χάρις· ἄνευ γὰρ τῆς τοῦ κακοῦ λύσεως αὐτὸ τὸ δυσχερὲς οὐκ ἂν ἐβουλόμην εἰδέναι.

ἔχω δὲ οὔτ' ἀπιστεῖν μὴ ταύτην εἶναι τῇ σιγῇ πρόφασιν οὔτ’ αὖ πάνυ πιστεύειν. τὸ μὲν γὰρ ὁ λέγων ποιεῖ· πῶς γὰρ ἔστιν ἀπιστεῖν Ἀρισταινέτῳ; πάλιν δὲ πιστεύειν Ἀρισταινέτου κωλύει γράμματα Στρατηγίῳ μὲν ἐλθόντα, δοθέντα δὲ ἡμῖν ὑπ’ ἐκείνου γελῶντος ἅμα οἷς δή τι καὶ σκῶμμα παρέγραψας, ὡς ἄρα τρίτος ἐγὼ φθονοίην τῷ πρώτῳ.

καί μοι δοκεῖτε σύ τε κἀκεῖνος, δι’ ὃν πρῶτος μὲν οὐκ ἐγένου, μένεις δὲ ἐν δευτέροις, οὐ γάρ με ἔλαθες οὔπω τῶν δευτέρων ἐκβάς, πλείω τοῦ δέοντος παίζειν. δῆλον γὰρ ὡς ὅπερ ἐγὼ πρὸς ἐκεῖνον ἀπέρριψα, σοὶ τοῦτο ἐκεῖνος ἐμή- [*](4 Vi γ΄, τς΄. Va δ΄, ις΄. Vo δ΄, ις΄. S β΄, qς. Vi σνς΄) [*](5 cf. ep. 316. Sievera 233. Seeck 87. 846. Silomon 6 sq. 12 Seeck 44 sq. 283 16 Acacius cf. ep. 316) [*](1 γὰρ om Wolf Cent 2 φέρουσα V sed ἄγουσα suprascr m 4 Ι ἐπαινὴ V sed η in ras m 5 3 τὰ ante τοιαῦτα Wolf delevi 6 ὅτι(1) Vo sed ό ex ὅν corr m 3 7 γε inaerui e V om VaVoS Vi Wolf | προσαγγείλασιν scripsi e V sed σα ex α corr m 5, Va VoS ut coni Re πρὸς ἀλλείλασιν Vi προαγγείλασιν e Laur. LVII 19 Wolf 9 ἐβουλόμην scripsi e V βουλοίμην VaVo S Vi Wolf Ι ταύτην scripsi e VaVoSVi ut coni Wolf Add 861 ταῦτα V Wolf 11 πονεῖ Vi Ι γάρ ἐστιν libri Wolf 15 δοκεῖ SVi Ι σοί S Ι ὅν V sed ν eras 16 lacunam ante οὐ γάρ statuit Seeckius 45 not. 1 perperam 18 ἀπέρριφα S Ι ἐμήνυσεν Va)

306
νυσε.

πρότερον μὲν οὖν ἤκουόν σε μέλλειν ἐκεῖσε τρέχειν καὶ πολὺ τοῦτο ἦν, ὡς μέλλεις, νῦν δ’ ἀκούω σοι τὸ μένειν ἀρέσκειν.

ἐδόκεις οὖν μοι τότε μέν, εἰρήσεται γάρ, ἐκπε- πλευκέναι σαυτοῦ, νῦν δὲ ἐπανήκειν εἰς σαυτόν. οὐ γὰρ ἐν τοσαύταις ἀρχόντων νιφάσι σὲ μόνον ἰδιωτεύειν δεινόν, ἀλλ’ εἰ νῦν ἄρξεις, ἐν ᾧ τοσοῦτοι, τοῦτο οὐκ ἀνεκτόν.

ἐλθεῖν μὲν οὖν σε παρὰ φίλον, εἰ καὶ μὴ μέτριον τοῦτο ἄλλῳ φίλῳ, παρ’ ὃν οὐκ ἦλθες, ἔχει τι σχήματος, γενέσθαι δέ σε δῆλον ἀρχῆς εἵνεκα Νικαίαν ἐκλιπόντα οὐκ ἴσον. ἰδού ποταμῶν ἄνω. συμβουλεύω μὲν ἐγώ, σὺ δὲ ἃ πράττων ἀμείνων ἔση, μανθάνεις.