Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
τοῦτο καὶ Βάσσῳ παρέχει τὰς ἀμείνους ἐλπίδας, ὃν δεῖ νῦν τὰ αὑτοῦ κομίσασθαι διὰ σοῦ. Βάσσῳ γὰρ τούτῳ θεῖοι μέν εἰσιν ἐκεῖ πονηροί τινες ἄνθρωποι, θεῖος δὲ ἐν- ταῦθα ῥήτωρ τε καὶ ἀνὴρ ἀγαθός, Μάγνος ὄνομα αὐτῷ, δι’ ὃν δὴ καὶ Βάσσου μοι μέλει· τὸν μὲν γὰρ οὐδεπώποτε εἶδον, ὁ δὲ ἀντὶ πολλῶν ἐστί μοι. καὶ οὐκ ἔστιν ἀμελῆσαί μοι τῶν τοῦδε.
σκόπει τοίνυν, τίνες μὲν οἱ τοῦ πατρὸς ἀδελφοί, τίς σὲ ὁ τῆς μητρὸς οὗτος· οἱ μὲν τὰ Βάσσου διηρπάκασι ὁ δ’ ὅπως Βάσσου γένοιτο τὰ πατρῷα, πάντα ποιεῖ. καὶ πάλαι τοῦτο ζητῶν νῦν ἥκειν ἡγεῖται καιρόν, καὶ καλῶς ἡγεῖται. [*](1 VI γ΄, ι΄. Va δ΄, ι΄. Vo δ΄, ι΄. S δ΄, σ΄. Vi νε΄) [*](2 Seeck 207. 342. Silomon 7 sq. 10 Seeck 97 13 Seeck 200) [*](5 ὂν post ἀτιμότερον inserendum coni Re fortasse recte Ι μέν om Vi 6 βουλοίμην ἄν σε Vi Ι ἐγίνωσκες VSVi 7 ἀρρα- βίαν Vo Wolf cf. ep. 339. 762 11 αὐτοῦ VaVoVi Wolf 12 δὲ V sed e τε corr. m 5 13 μάγνος ὄνομα αὐτᾷ inser V 5 14 μέλλει Vi Ι Με πώποτε Vo οὐ πώποτε S οὐδὲ ποτε Vi Ι 15 μοι(2)] με SVi 16 μὶν inserui e V sed inser m 5, SVi om VaVo Wolf 18 ὅ V sed ΄ add m 5, VoVi Ι βάσσον V sed oυ in ω corr m 5 βάσσω Vi Ι πατρῷα VaS 19 ἡγεῖται re- posui e libris ut coni Re ἡγεῖτο Wolf Ι καιρόν om S sed γρ ὴγεῖται καιρὸν supra ὴγεῖται)