Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Κάλλιστα ἀνθρώπων Ὑπερέχιος ὄψεται Σελεύκειαν τὸν τῶν ἀνδρῶν ἄριστον ἐπ’ αὐτῆς ἔχων ὁρᾶν, ἡμεῖς δὲ ἄρα δοῦ- λοὶ γεγόναμεν ὑπὸ τῆς τέχνης ἢ πάντως ἂν τὴν αὐτὴν ἐθἐο- μεν οὐ λιμένος ἡμᾶς ἕλκοντος οὐδ’ οἷς φασιν ηὐξῆσθαι τὴν πόλιν, ἀλλὰ σοῦ καὶ τῶν σῶν τρόπων ἀναπειθόντων τρέχειν. λείπεται γάρ, ἐπειδὴ σὺ φεύγεις, ἡμᾶς διώκειν.
καίτοι πῶς οὐ δεινὸν ἐκ μὲν Ἰταλίας ἐλθεῖν τῷ περὶ ἡμᾶς ἔρωτι, ζητεῖν δὲ οἷς ἀνθ’ ἡμῶν συνέσῃ καὶ πλέον νέμειν ἀγροῖς ἤ τισιν ἑτέροις τόποις τῆς ὑπὸ σοῦ πόλεως κεκοσμημένης;
ἀλλ’ δ μὲν Ἀπόλλων πάλιν εἰς Δελφοὺς ἀφίξεται, Μαξίμῳ δὲ χαρι- σάμενος τὴν ἐκ τῶν γραμμάτων βοήθειαν τῷ κείνου παιδὶ χάρισαι τὸ ταχέως δοῦναι τὰ γράμματα. πλέον γὰρ οὗτος ἐπι- θυμεῖ πόνων ἢ τοῦ μὴ πονεῖν ἕτεροι. θαυμάσας οὖν αὐτοῦ τὸ πεπεῖσθαι τῷ πατρὶ σύστειλον εἰς μικρὸν αὐτῷ τὴν ἀπό· στάσιν.
τιβ'.
Κληματίῳ. (357)
Σαυτὸν ἀνάμνησον τῶν ὑποσχέσεων, ἃς ἐποιοῦ πρὸς ἡμᾶς περὶ τῶν Ἑλπιδίου πραγμάτων, μᾶλλον δέ, καὶ μεμνη- [*](1 Vi γ', β'. Va δ', β'. Vo δ', β'. S β', ογ'. Vi ρκη') [*](2 Seeck 61. 341 3 Seeck 182 12 Himer. or. XIV § 10 | Seeck 210 19 Seeck 111. 341. Silomon 9. 17 21 Seeck 171) [*](2 βιβλίον τρίτον ante Ἀνατολίῳ VIII βιβλίον δ' VaVo | τῶ αὐτῶ (i. e. Ἀνατολίῳ) SVi 3 μὶν post κάλλιστα Wolf delevi 7 πόθων V sed in τρόπων corr m 5 9 ἡμῶν Vi 10 ἤ scripsi e V καί VaVoSVi 11 κεκοσμημένης πόλεως Vi 13 κεί- νου VVa Wolf ἐκείνου S 16 τὸ] τῷ S Ι αὐτοῦ Vi 19 τῷ αὐτῷ (i. e. ληματίῳ SVi 20 Ἑαυτὸν Wolf Ι ἅς scripsi e V VaS Vi ὧν Vo Wolf 21 καὶ inser V5)
καὶ μὴν σὺ μὲν ἐπαινεῖσθαι βούλοιο ἄν, τούτῳ δὲ ἐπαινεῖν δύναμις. ἔσται δὴ τῷ μὲν ἔργα παρὰ σοῦ, σοὶ δὲ παρὰ τοῦδε λόγοι, ἐμοὶ δὲ ἐξ ἀμφοῖν ἡδονὴ λαμ- βανόντων ὑμῶν ἃ προσήκει παρ’ ἀλλήλων.