Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Μηδὲν ἔστω τῶν σῶν ἀτελές. μὴ τοίνυν μηδ’ Ὑπερέχιος ἥμισυ στρατιώτου μήτε ἴστω μήτε καλείσθω. τοιαῦτα γὰρ ἐπισκώπτοντες ὀνομάζουσιν αὐτὸν οἱ μέχρι τίνος προὔβη τὸ πρᾶγμα εἰδότες.

ἴν’ οὖν ἐκείνους τε παύσωμεν τῶν σκωμ- μάτων καὶ τούτῳ τι γένηται τέλειον ἀγαθόν, γράφε πρὸς τὸν ἄρχοντα Γαλατῶν, τὸν χρηστὸν Ἀκάκιον, ἃ σὲ περὶ τούτου γράφειν εἰκός· ὡς τὴν προτέραν ἐπιστολὴν οὐκ ἐτολμήσαμεν Ἐκδικίῳ δεῖξαι δείσαντες μὴ περὶ τὴν ὕφαλον ῥαγῇ τὸ σκάφος.

πολλὰ γὰρ ἐκεῖνος τοιαῦτα ποιῶν ηὐφραίνετο καὶ δὴ καὶ τούτῳ δῆλος ἦν ποιήσων ἕλκος. ἀλλ’ οὐχ ὁ νῦν ἄγων τὸ ἔθνος ἀλλὰ καὶ τοῦ δικαίου λόγον καὶ τοῦ σοὶ χαρίζεσθαι ποιούμενος οὐδὲν διαστρέψας τῆς ἀληθείας δώσει τὰς ἀφορ- μὰς τῷ τέλει.