Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Νῦν μοι τοὺς μεγάλους μισθοὺς ἀποδέδωκας οὕτω κα- λὸς κἀγαθὸς ἐν βασιλείοις φανείς. μικρὰ μὲν γὰρ οὐδὲ ἐκεῖνα, χρυσὸς καὶ ἄργυρος, οἷς τοὺς ἄλλους παρῄεις, ἐν οἷς δὲ νῦν ποιεῖς, Ἡράκλεις, ὡς εὔπαιδά με ἀπέφηνας.
πάντας γὰρ εἰς ἔπαινον σύ γε τῶν σαυτοῦ κεκίνηκας καὶ αὐτὸς ἤκουσα λεγόντων, τοῦ μέν, ὅτι σε φιλεῖ διὰ τὴν πρᾳότητα τοῦ δέ, διὰ τὴν ἀγχίνοιαν. ὁ· δέ τις ἐκάλει ῥήτορα, τῷ δὲ ἐδόκει θαῦμα τὸ συνελθεῖν ἔργα γλώττης τε καὶ χειρός.
ὁ δέ τις ἄξια τῆς τῶν τρόπων ἀρετῆς εἰπεῖν ἐθέλων ποῖον, ἔφη, λέγεις Ὁνωράτον; τὸν γέροντα; οὐχ ὅτι σοι τὸ τοῦ Ἐργίνου συμβέβηκεν, ἐν νεότητι πολιά, ἀλλ’ ὅτι ζῇς κατὰ τοὺς γέρον- τὰς πρὶν ἐκ παίδων ἐξελθεῖν, καὶ τὸ μέγιστον, μητρὸς ἀπού- σης, πατρὸς οὐ παρόντος, σαυτῷ παιδαγωγὸν ἐπέστησας τὴν τῶν καλῶν ἐπιθυμίαν.
ἐγὼ τοίνυν παραινεῖν μέν τι ποιεῖν ὡς παραλελειμμένον οὐκ ἔχω, παρακαλῶ δέ σε τοῦτο δὴ τὸ πολλοῖς εἰρημένον, τηρεῖν τὸν παρόντα νόμον, μᾶλλον δὲ ἴν [*](3 Vii α', σπβ'. Va γ', ϥη'. Vo γ', ϥh'. S δ', με'. Vi ρξε') [*](4 Seeck 180. 378 Silomon 47 8 cf. ep. 548 14 Pind. Ol. IV 25 c. schol. Salzmann 23. cf. ep. 580 16 Quirini cf. Seeck 251 17 Plat. conv. p. 183 C) [*](1 δὲ SD 4 ὀνωράτῳ libri Wolf cf. ad ep. 251 5 ἀπέδωκας Vi 6 τοῖς ante βασιλείοις Wolf delevi 9 τὸν 10 φιλοῖ Va | πραότητα VSVi 11 διατὴν Va | θαυμαστὸν τὸ SVi 12 ἄξιον εις VVaVo 13 λέγω S 14 ὀνωράτον VVaVoVi 15 πολιαί? at cf. ad 1. 1 126, 1 16 ἐξελθεῖν om Vi | μητρὸς ἀπούσης, οὐ παρόντος scripsi e VVaVo πατρὸς ἀπόντος μητρὸς οὐ παρούσης SVi Wolf 17 ἐπέστησας scripsi e Vi et Far. 2075 ut coni Re ἐπιστήσας reliqui libri Wolf 18 μίν τι] τί σοι S 19 πα- ραλελυμένον Vi)