Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
ἔστιν ἐν Ἀγκύρᾳ Μάξιμος, εὐγενής, εὐγενέστερος Κόδρου, φασί, πρᾷος, ἐκ τοῦ δικαίου πλουτῶν, οὐ τὴν τοῦ γείτονος εὐχόμενος προσλαβεῖν, ἀλλ’ ὅπως πολλὰ λήψεται παρὰ τῶν αὑτοῦ προνοῶν, φίλος ἀνὴρ Δήμητρι μὲν διὰ τὸ γεωργίᾳ προσέχειν, Ἀρτέμιδι δὲ διὰ τὴν θήραν· τῶν γὰρ ὅπλων οἷς ποτε ἐκοσμεῖτο ἀφειμένος ἵππους καὶ κύνας ἐπὶ τὰ θηρία τρέφει. φαινόμενος δὲ ἐπ ἀγορᾶς ὀλιγάκις ἐλύπησε μὲν οὐδένα, τῷ φανῆναι δὲ εὐφρά- νας ἀπῆλθεν ἓν τοῦτο ἐγκαλούμενος, ὅτι πρὸς ἀγροὺς ἀπο- τρέχει.
οὗτος ὁ Μάξιμος ξένος μοι γίγνεται πάλαι καὶ τοὺς υἱεῖς ἐνεχείρισεν. ὧν ὁ πρεσβύτερος ἀρετὴν ἐν νεότητι δείξας πολλὴν ἐμοί τε καὶ τοῖς αὑτοῦ γονεῦσι τὴν φιλίαν ποιεῖ, δι’ ἣν ἐκεῖνοί τε τἀμὰ τῶν αὑτῶν πρότερα ποιοῦνται παρ’ ἐμοί τε ταὐτὸ κρατεῖ. εὖ γὰρ ἴσθι, μᾶλλον εὐεργέτην ἄγω τὸν εἰς τἀκείνων σπουδῇ χρώμενον ἢ ὅστις ὑπὲρ ἐμοῦ κινδύνους αἱρεῖται.
πιστεύω δὲ νῦν, εἴπερ ποτέ, ἐν τιμῇ τὸν ἄνδρα ἔσεσθαι. πιστεύω γὰρ αὐτὸς οὐκ ἐν φαύλῳ παρὰ σοὶ κεῖσθαι. τοῖς μὲν γὰρ οὐκ ἀγαθοῖς ἄρχουσι βραχὺς τῶν λέγειν ἐπισταμένων λόγος, βούλοιντο γὰρ ἂν τὰ αὑτῶν σιγᾶ- [*](6 Seeck 210 7 cf. ep. 801. Salzmann 24 16 Hyperechius cf. ep. 1267) [*](1 ὑπὲρ scripBi e VVaVoD παρ’ S περὶ WVind Wolf 5 τὼ W | τόθ’ W Wolf 7 πρᾶος SVindD 8 τοῦ om D 9 τῆς Vind | αὐτοῦ VVoSD 12 ἀπ’ W 15 γίνεται VoD γί(?)εται S 17 καὶ] ἐν W | αὐτοῦ VVaVoSD 18 τὰ μα Va | αὐτῶν VoS D 20 τῶν D | τὰ κείνων W Wolf τὰ ’κείνων D 22 αὐτὸς scripsi e VaVo W Vind αὐτᾶ V sed α in ον corr m3 S sed ός saprascr αὐτὸν D αὐτοὺς Wolf 23 num κεί- σεσθαι? 24 αὐτῶν VVaVo)