Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Τοὺς ἐμοὺς ἑταίρους, τοὺς σοὺς ῥήτορας, τοὺς ὑπ’ ἐμοῦ σοι δοθέντας, τοὺς ὑπὸ σοῦ θαυμασθέντας, τούτους δὴ τοὺς φέροντας τὴν ἐπιστολὴν τῶν σῶν θυρῶν ἀποσπάσαι πειρῶν- ται ψηφίσμασιν ἄνδρες, οὓς ἐξειλόμην πολλάκις τῆς παρὰ σοῦ δικαίας ὀργῆς. μᾶλλον δέ, Εὐσεβίῳ μὲν ἀπειλοῦσι, τὸν δ’ ἤδη πρὸς λειτουργίαν ἕλκουσι δεομένην ἐρρωμένου σώματος.

Ἀγροίκιος δὲ οὕτω σφόδρα ἔρρωται, ὥστε πλεῖστον ἀνθρώ- πων ἀργύριον ἰατροῖς ἐτέλεσεν ἀεὶ χρῄζων ἰατροῦ χειρῶν. ἀλλὰ καὶ πέντε αὐτοῖν ἔνδον ἀδελφαὶ κάθηνται δεόμεναι μὶν διὰ τὴν ἡλικίαν νυμφίων, ἀποροῦσαι δὲ ὑπὸ πενίας. μικρὸν γὰρ ἡ εὐγένεια νῦν.

ἐνθυμηθεὶς οὖν ὡς ἐμοί τε αἰσχύνην ἔχει, τοῖς φίλοις εἰ μὴ δυναίμην βοηθεῖν, σοί τε οὐ καλὸν νόμον παλαιὸν βοηθοῦντα ῥήτορσιν ἐπὶ τῆς ἀρχῆς λυθῆναι πεῖθε τῶν πολιτευομένων τοὺς θρασυτέρους ὡς οὐ πάντα αὐτοῖς ἐξέσται.