Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
ἔστι δὲ καὶ τοῦτο μέρος οὐ μικρὸν τῶν κακῶν τὸ τὸν ἐκείνου παῖδα τῶν περὶ λόγους δια- τριβῶν ὑπὸ τῆς συμφορᾶς ἀφελκυσθέντα τρέχειν οἴκαδε φρον- τίδας φροντίδων ἀλλαξάμενον, τῶν νέῳ πρεπουσῶν τὰς προσ- ηκούσας πατρί.
μᾶλλον δέ, οὐ πάντα δυστυχοῦσιν οἱ κεί- νοῦ τοῦ δαίμονος ἑτοιμάσαντος τῇ μελλούσῃ πληγῇ φάρμακον τὴν σὴν ἀρχήν. οὐ γὰρ ἄδηλον ὡς ἀγωνιῇ μικρὰν αὐτοῖς ἀποφῆναι τὴν αἴσθησιν τῆς τύχης τόν τε κείμενον αἰδούμε- νος καὶ ἡμῖν χαριζόμενος νομίζων τε οὐχ ἥττω σοι τοῦτο δόξαν τῶν ἄλλων ὧν ποιεῖς οἴσειν, εἰ οἶκον εὐδαίμονα κινού- μένον στήσαις.
μεγίστη δὲ εὐεργεσία τὸ γενέσθαι πάλιν Εὐδοξίῳ παρ’ ἡμᾶς ἐλθεῖν, ὃ ποιήσειν μοι δοκεῖ τὴν παρὰ σοῦ πρόνοιαν ὁρῶν ἀρκοῦσαν ἀντὶ τοῦ μεταστάντος.
[*](1 Vii α', σο'. Va γ', π(?)'. Vo γ', π(?). S δ', μγ' Vi ροβ')[*](2 Sieyers 211,11. Seeck 132. 877. Silomon 47 3 Seeck 98 5 Pind. 01. II 7 7 Eudoxium cf. Seeck 132)[*](2 Βάσσῳ SVi 4 ἁρμενίαν VVa 4 τὴν — 5 νομίζω prae- missis verbie κείρασθαι οὐκ ἐπὶ ἀτίμου. Λιβάνιος ἐν ἐπιστολῇ τῇ· Οἶμαι καὶ δάκρυσιν ὑπὸ σοῦ τετιμῆσθαι Καισά- ριον citat Thomas Mag s. v. καρῆναι p. 203, 7 R 4 τὴν V sed e τῆι corr m4 5 κείρεσθαι Vi | πενθοῦσαν] οὐκ ἔχοουσαν Vi | τὴν Vo 9 τῶ Vi 10 κείνου Va Wolf 18 τῆς τύχης om Vi 15 καὶ ante κινούμενον S 16 ἔστησας Vo)