Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἄμφω μὲν ἔδειξα τὼ λόγω καὶ ὅλω γε ἄμφω τὼ λόγω, τὸν μὲν νῦν τὸν μαχόμενον, τὸν δὲ πάλαι τὸν ἐπαινοῦντα· σὺ δὲ ᾤου με δείσαντα κολοιοῦ τινος θόρυβον ᾑρῆσθαι σιγᾶν καὶ γεγενῆσθαι κακὸν περὶ τὸν ἐμαυτοῦ θεῖον.

τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλ’ ἃ μὲν οὐκ εἶχε κίνδυνον εἰς πολλοὺς ἐκφέ- ρειν, ἐν πολλοῖς εἴρηται· τοῦ λόγου δὲ ἡ τρίτη μοῖρα φίλων ἐδεῖτο σαφῶν, οὓς ὀλίγοις δεξάμενος τοῖς βάθροις κλείσας τὰς θύρας ἀνέγνων δεόμενος αὐτῶν, εἴ τι φαίνοιτο καλόν, σιγῇ θαυμάζειν μηδὲ τῇ βοῇ πολλοὺς ἐγείρειν. καὶ μέχρι γε τοῦ παρόντος, προσκυνῶ δὲ Ἀδράστειαν, φόβος οὐδεὶς ἐξέφυ. [*](9 Vii α', σξε'. Va γ', πα'. vo γ', πα΄. SII ς', ε΄. W ρκα'. Vind ρνη') [*](1 Diaiiium cf. ep. 281. Seeck 120 10 Sievers 79 not. 51. Seeck 117. 377. Silomon 47 14 Phasganiam 17 Plat. Prot. p. Ε 20 cf. ad t. I 158,5) [*](1 σόν Vi | τὸ om VVaVo 3 αὐτῶν libri Wolf τοῖς (1 et 2)] οι πεπρᾶχθαι τῆς | τε(2) τ᾿ Vi 6 slg ante ἐμέ Vind Wolf delevi | πεποιῆσθαι γρ πλεῖστα S 7 μάλιστά S μάλιστα Vi | ἑτάρων Vi ἑτέρων Wolf Cent 8 καὶ ante ελύπησεν Vi 13 τινὰ VVaVo 15 ἐκφέρειν Vind sed κ inser 19 μὴ δὲ VVaVoWVind Re 20 δὲ inserui e libris om Wolf | τὴν ante ἀδράστειαν W Wolf delevi | οὕπω ante φόβος Va)

269

τί τὸ φοβοῦν, ἀκοῦσαι ποθεῖς; ἐξήρπασε τοῦ τότε κρα- τοῦντος θασγάνιος τὴν πόλιν οἶσθ’ ὅπως ζέοντος. οὐκ ἦν οὖν τὴν τοῦδε βοήθειαν δεῖξαι μεγάλην μὴ τὴν ὠμότητα δεί- ξαντα τὴν ἐκείνου μεγάλην. δέδεικται δή, καὶ ὁ λόγος ὧν εἰκὸς τετύχηκεν.

ἀλλ’ ἔστι δέος μὴ τῷ μὲν λόγῳ τὸ μέρος ἔχῃ καλῶς, τὸ καλὸν δὲ τοῦτο κακὸν τέκῃ τῷ ποιητῇ δύναται γὰρ καὶ τεθνεὼς ἐκεῖνος διὰ τοῦ ζῶντος. ὅστις οὖν οὐκ ἐπι- θυμεῖ βαράθρου, κρύψαι λόγον αἱρήσεται μᾶλλον ἢ διδοὺς τρέμειν.

τουτὶ μὲν οὖν ἀναβολῇ δεδόσθω, τὸν δὲ ἕτερον δέξῃ δι’ ἀνδρὸς ἀρίστου τῶν παρ’ ἡμῖν, οὗ πρότερος οὐδεὶς ἦλθεν ἐπὶ τὸ βουληθῆναι λαβεῖν. ταυτὶ δέ σοι, δι’ ὧν ἡμιλ- λησάμην πρός τι τῶν Δημοσθένους, καὶ προάγωνε δύο, ὁ μὲν ὃν ᾔτεις, ὁ δὲ ἴσως οὐκ ἀνιάσων.