Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἀρχεις ἀρχὴν μεγάλην. τοῦτο προεῖπεν ἡ Φήμη καὶ οὐκ ἐψεύσατο. ἄρχεις <δὲ> ἑτέρων καὶ οὐχ ἡμῶν. περὶ δυναίμεθ’ ἂν ἐγκαλεῖν τῇ θεῷ, ἀλλὰ κἀν τούτῳ μέντοι παρα- 15 μυθία τις ἔνεστιν. ἀντὶ γὰρ ἡμῶν ἡμέτεροι θεραπεύονται πα- τέρες, ὅπερ ἐστὶν οὐκ ἀμοίρους εἶναι τοῦ κέρδους ἡμᾶς.

ἀλλ’ ὅτι μέν γε καὶ δεῦρο ἥξεις ἐπὶ μείζοσιν οἶδα ἐγώ. Δαρίκιον δὲ τουτονὶ τὸν Θρᾷκα, βέλτιον δὲ εἰπεῖν Ἕλληνα, τίκτεται μὲν γὰρ ἐκεῖ, παιδεύεται δὲ ἐν τῇ Θησέως, δῶρόν 20 σοι δίδωυι. τὰ τοιαῦτα γὰρ οἶσθα δέχεσθαι μόνα, χρυσὸς δέ, [*](11 VII α'. σξ. Va γ', [ος']. Vo γ', oς'. D ρ(?)γ) [*](12 cf. ep. 1400. Sievers 127 not. 16. Seeck 125. Silomon 48 14 Dulcitius fuit proconsul Asiae cf. t. 111 319, 9 16 cf. ad ep. 223 p. 206,11) [*](1 ταῖς om V 6 γνῶσις scripsi ut coni Re γνώσεις VVo Wolf γνῶσιν Va sed ι supra ιν m5 9 αὐτῶν libri Wolf 12 δουλκιτίω Va sed δουλκι evanuit δουλκινίῳ in marg m6 δουκιλτίῳ D 13 Φήμη scripsi φήμη libri Wolf 14 δὲ inserui auctore Re om libri Wolf 15 τῇ scripsi e VB ut coni Re τῶ VaVo Wolf I κἂν Vo Wolf 16 τίς V D | ἐστιν D 18 γε inserui e V D om Va Vo Wolf Ι ἥκοις V ἥκεις Va Vo D corr Wolf 19 δάρκιον D)

264
κἂν Κολοφώνιος ᾐ, μολύβδου τιμιώτερος οὐκ ἐφάνη.

δέχου δὴ τὸν νεανίσκον καὶ πίστευε καὶ θάρρει καὶ ὅταν ὡς ῥήτορα θαυμάσῃς, μὴ μᾶλλον ἡγοῦ ῥήτορα δεινὸν ἢ ἄνδρα ἀγαθόν. δέδεικται δὲ ἐν μεγάλοις καιροῖς ὁ τρόπος, σοὶ δὲ εἴη μὲν ἐν γαλήνῃ πειρᾶσθαι τῶν φίλων, εὖ δ’ ἴσθι, τοῦδε ἀμείνων οὐκ ἂν ἐν χειμῶνι γένοιτο.

πρὸς μὲν οὖν τὴν νῦν σὴν Ἀσίαν ὑπὸ τῆς γνώμης ἄγεται καὶ ποιεῖται πρὸ τῆς οἰκείας τὸ χωρίον. θεοῦ δ’ ἂν εἴη καὶ σοῦ δεῖξαι καλῶς βεβουλευμένον αὐτόν.