Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ὁ καλόν μοι τὸ θέατρον ποιῶν Μεγέθιός ἐστιν ὁ ῥή- τωρ· βοᾷ γὰρ τηλικοῦτον ὅσον ἄλλοι πεντήκοντα καὶ τούτῳ γε πολλάκις τὸν λέγοντα ἔστησε μέγα δέ, οἶμαι, τῷ λέγοντι θερμὸς ἀκροατὴς θαύματι διακόπτων τοῦ λόγου τὸν δρόμον. [*](4 Vii α', σνη'. Va γ', οδ'. Vo γ΄, οδ' 16 VII α', σνθ'. Va γ', οε'. Vo γ', οε') [*](5 Seeck 214. 377. Silomou 48 6 Sievers 127 not. 16. Seeck 125 V 17 Seeck 214. 377. Silomon 48 18 Seeck 211 19 II. ε 786) [*](1 ἑστηκότα Va sed evanuit, ἔτι in marg m6 2 δόξης Va 6 δουλκιτίου Va sed υ(2) e ν corr m6 cf. p. 23, 19 et ad ep. 278 9 ταὐτά VVo Wolf 13 αἰρόντων V 14 βοηθήσων VaVo 15 αὑτῷ VVa 20 ἔστησεν Va)

263

ἐν μὲν οὖν ταῖς ἐπιδείξεσιν ἀμείβομαι τὴν βοὴν τῷ προσγε- λάσαι καὶ προσδραμεῖν· νῦν δὲ εὕρηκά τι διὰ σοῦ καὶ λαμ- πρότερον εἰς ἀμοιβήν. χρήμασιν ἐσωφρόνισας τὸν ἀδελφὸν τὸν τοῦδε, μᾶλλον δέ, τῷ φόβῳ μὲν ἐσωφρόνισας, ὅπως δ έσται λύσις τῆς ζημίας συνέπραξας.

καί σου γράμματα καὶ γνῶσις ἀποδίδωσι τὸν ἄργυρον, ἀλλ’ ὅ γε ἄργυρος, οὐκ οἶδ ὅ τι μεμφόμενος, ἐλθεῖν αὐτοῖς εἰς χεῖρας οὐκ ἐθέλει. σὺ οὖν αὐτὸν ἢ πεῖσον ἡ ἀνάγκασον μὴ φεύγειν τοὺς δεσπότας, ὅπως τοῖς μὲν τὰ αὑτῶν ἔχειν ὑπάρχῃ, σοὶ δὲ τὸ μηδὲν ὧν κελεύ- σειας μάταιον εἶναι.