Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Οὐκ ἠμνημόνησα τῶν συνθηκῶν ἇί ἦσαν ἡμῖν περὶ γραμμάτων, ἀλλ’ ἐκωλύθην τὰς συνθήκας ἐμπεδῶσαι κακοῖς [*](8 Vii α΄, ιη΄. Vo α΄, ς΄, D ρβ΄. pr α΄, ιθ΄. Vo α΄, ζ΄. S β΄, λς΄. Vi ξγ΄. D λθ΄. pr) [*](9 Seeck 163. 152. Silomon 20 10 cf. ep. 28 20 Sievers 66. Seeck 180. 362. Silomon 20) [*](1 εἶναι Vo sed ζῆν suprascr m 3 3 οἴεσθαι S 5 αὐτοὺς Vo sed ῶ supra οὑς m 3 11 ἀνδρὸς del Vo 3 12 καὶ del Vo 3 om Wolf 15 ὁ om D | μεγάλην Vo sed ην in ras m 3 17 ἕξεται D | ἀπαιτῆ- σαι V sed η in ras m 5 18 εἴ τι Δ 20 τῶ αὐτῶ (i. e. Ὑγιεινῷ) Vi 21 ἡμῖν ἦσαν S Vi Wolf 22 γραμμάτων scripsi e V sed γραμ in ras m 5, Vo sed gram in ras e πραγ m 2 πραγμάτων S Vi D edd | ἐμπεδῶσαι τὰς συνθήκας Vi)

23
μυρίοις.

πρῶτον μὲν γὰρ ἡ κεφαλή με καταβαλοῦσα εἶχεν αὐτὴ δεζ͂αμένη πλῆθος ἰλίγγων καὶ οὐκ ἦν οὔθ’ ἡμῖν ὔτε τοῖς ἰατροῖς θαρρεῖν. εἶτ’ ἐκεῖθεν ἐπὶ τὴν κοιλίαν τὸ δεινὸν καταβὰν ῥεύματα ἐμιμεῖτο ῥυάκων, τὸ δὲ ἐπισχῆσον οὐκ ἐφαί- νετο. καὶ τούτοις τοιούτοις οὖσι προσετέθη Λήμνιά φασι κακά. μᾶλλον δέ, μικρόν τι εἶπον τὸ πτῶμα Νικομηδείας δὴ λῶσαι βουληθεὶς τοῖς ἐν Λήμνῳ κακοῖς.

διὰ τοιούτων τὸ θέρος ἐλθόντες νῦν φαρμάκου πόσει τὸ σῶμα κουφίσαντες ἐπιστέλλομέν σοι τῆς μὲν σιγῆς τὰς αἰτίας ἀποδιδόντες, κινεῖν δέ σε πρὸς τὰ ἡμέτερα τόν γε οἴκοθεν ὡρμημένον οὐκ ἀξιοῦν- τες, ὡς ὅστις τινὰ παρακλήσεσιν ἐπεγείρει, κατεγνωκὼς ἀργίαν τοῦτο ποιεῖ

σὺ δ’ οὐχ ὅπως αὐτὸς ῥᾳθυμεῖς, ἀλλὰ καὶ ἄλλον ἂν ἐξοτρύναις εἶναι πρόθυμον εἰς ἡμᾶς, ἴσως μέν τι καὶ ἐν ἡμῖν ἄξιον εὐνοίας εὑρών, πλέον γε μὴν ἐκεῖνο σκο- πῶν. ὅπως δόξεις ἀκολουθεῖν τῷ πατρί.

καὶ γὰρ ἐκεῖνος ἑώρα τέ με ὡς ἥδιστα καὶ μετεδίδου λόγων τε καὶ βιβλίων. καὶ ὁ δοὺς ἀρχὴν ἡμῖν εἰς τὴν ἀμείνω δόξαν ἐκεῖνος ἦν. καὶ νῦν, εἴπερ ἦν, εἷς ἄν μοι πολλῶν ἦν ἀντάξιος.

ἃ σὺ λογι- ζόμενος ἐπιχειρεῖς μοι δεικνύειν ὡς, εἰ καὶ Δουλκίτιος τέθνη- κεν, ἀλλ’ οὐχ ἥ γε πρὸς ἐμὲ σπουδὴ τῆς ὑμετέρας τέθνηκεν [*](5 cf. t. IV 339,1 18 II. λ 514 19 Seeck 125) [*](1 πρῶτον—3 θαρρεῖν praemissis verbis καταβάλλω, τὸφθεί- ρω αἰτιατικῇ, ὡς καὶ Λιβάνιος laudavit Lacapenus de construct. verb. ed. Hermann de emend. rat. gramm. p. 363, 6 | γὰρ ἡ κε- φαλή με καταβαλοῦσα ἐδέξατο πλῆθος Vi Lacap γάρ με ἡ κε- φαλὴ καταλαβοῦσα ἐδέξατο S sed γρ καταβαλοῦσα εἶχεν ἐν ἑαυτῇ δεξαμένη | με om D 2 αὐτὴ Vo sed e ~ corr m 2 om S ἐν ἑαυτῇ D 3 καταβὰν τὸ δεινὸν Vi 4 ἐκινεῖτο D 5 οὖσι om Wolf 7 τούτων Vi 8 νῦν — 9 ἀποδιδόντες om D 11 οὐκ ante ἐπεγείρει S | ἐπεγερεῖ Vo sed ἐρεῖ in εἴρει corr m 2, D pr | κατεγνωκὼς] „subaudi αὐτοῦ, quod aegre patior desiderari“ Re 13 ἂν ἐξοτρύναις scripsi e VS ἐξοτρύναις ἐξοτρύνεις D pr ἐξοτρύναις ἂν Vi Wolf | μέντοι ViD 14 μὲν Wolf 15 δόξεις scripsi e D δόξης V VoS Vi pr δόξαις Wolf | ἐκεῖνος Vo sed νος del m 3 19 δουκίλτιος VS Vi D pr 20 ἡμε- τέρας Vi)

24
οἰκίας.

ταύτην μὶν οὖν ζῶσαν ἀεὶ παρέξεις, τοὺς δὲ ἀνε- ψιοὺς ἴσθι σοι τῇ μὲν ἄλλῃ καὶ σφόδρα ἐπαινεῖσθαι, λυπῆσαι δὲ ἑνὶ τούτῳ τοὺς γείτονας μεγάλη γὰρ ἀεὶ φωνῇ τοὺς λό- γους συλλέγοντες τὸν ὕπνον ἀφαιρούμενοι τῶν πλησίον οἰκούν- τῶν τοὺς μὲν ἐξήλασαν, τοὺς δὲ ἐπέτριψαν.