Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Οὐ ταῦτα μέντοι παρ’ ἡμῶν ἀπαίρων ἐπὶ τὴν ἀρχὴν ὑπι- σχνοῦ, σιγὴν καὶ τὸ ποιήσειν ἡμῖν χείρω τὰ πράγματα, ἀλλ’ ἦν πολὺ τούτων ἀφεστηκότα τὰ τότε λεγόμενα, φησὶ Δημο- σθένης, καλὰ καὶ φιλίᾳ πρέποντα, τὰ ἔργα δὲ τὰ ἀπὸ τούτων οὐδαμοῦ, πάλιν <ὁ> αὐτός πού φησιν.

ὡς ἔγωγε νῦν μὴ οὐδέν μοι δυνηθῇ τὰ γράμματα καὶ πεπονθὼς ἦς [*](1 VII α΄, σκε΄. Va γ΄, μβ΄. Vo γ΄, μβ΄. D ξδ΄. Be (??) α', σκζ'. Va γ', μγ'. Vo γ', μγ'. S β', (?)γ'. Vind ξς. Be ξς') [*](2 Seeck 244. 374 3 cf. ep. 136 Ι cf. ep. 767. 1417 6 cf. ep. 1417. 1496 9 Sievers 210 8. Seeck 150 374 12 [Dem.] prooem. 36 p. 1446, 1 14 Dem. synt. § 33 p. 176, 1) [*](2 τῶ αὐτῶ (i. e. Πρισκιανῷ) Be μοδέστω D 4 οὖν inserui e Β ut coni Re om VVaVo D Wolf Ι ἦν Va ὅπερ Be ὅπερ Wolf An | ὀφείλει inser Vo4 | αὕτη reposui e libris αὐτὴ Wolf 5 χάρις om Be Wolf An | δὴ inserui e libris om Wolf | καὶ post ἐπεὶ D 6 τὸν ἄνδρα in ras B2 | μεταστήσαι VaBe Wolf An 10 Οὐ — ἀρχὴν praemiseia verbis ἀπαίρω· ἀπέρχομαι μετὰ προ- θέσεως, ὡς Λιβάνιος citat Lacapenus de constr. verb. cod. Mosq. fol. 82 ed. G. Hermann de emend. rat. gramm. p. 369, 12) [*](11 τὸ inser V2 12 ὡς ante φησὶ inser Be 14 ὁ inserui om libri Wolf Ι φασιν Wolf sed corr Add 861 15 πράγματα VaVoBe | ἧς VaBe sed in hoc η ex o corr m2)

231
ὅπερ Ἀνδρόνικος ὁ καλός. καὶ γὰρ ἐκεῖνον ἔπεισε τὸ ἄρχειν ἀγνοῆσαι τοὺς φίλους, ἄρχοντα μὲν ἀξίως ἐπαίνου, δεῖ γὰρ τἀληθῆ λέγειν, τὰ πρὸς ἡμᾶς δὲ αὐτῷ τάχ’ ἂν αἰτίαν ἔχοι.

ἀλλά τοι δεῖ νῦν ταύτην δοῦναι τὴν χάριν, ὅπως τι κουφί- σαις τῶν πρότερον καὶ μὴ πάντα ἐγκαλῶμεν, μᾶλλον δὲ ὅπως μηδὲν ἐγκαλῶμεν. λύεται γὰρ ἔγκλημα χάριτι τελευταίᾳ και- ρὸν ἐχούσῃ, καὶ τοῦτο οἶσθα, εἴπερ οἶσθα Θουκυδίδην, εἰ μὴ καὶ τούτου γε ἐπελάθου τοῦ φίλου.

τί οὖν αἰτοῦμεν καὶ σκόπει γε ὡς οὐκ ἔξω τῶν νόμων. οἱ τῆς Ἄρκης βουλευταὶ Καρτέριον εἰς αὑτοὺς ἐγγράφουσιν, ᾧ τὸ μὲν λειτουργεῖν οὐ δαμόθεν προσήκει, παρ’ ἡμῖν δὲ ἐπὶ λόγοις διατρίβει. ὅ τε γὰρ πατὴρ ἱερεὺς αὐτῷ τόν τε πάππον εἰ ζητεῖς, ἄρχοντα εὑρήσεις καὶ τὸ μέγιστον, ὑπ’ αὐτῆς τῆς βουλῆς τὴν οἰκίαν ἀφειμένην, ὡς δηλοῖ ταυτὶ τὰ γράμματα, κέλευε δὲ ἀναγινώσκειν.

καὶ μὴ τοσοῦτον παρίδῃς <τὸ> δίκαιον μηδὲ ἐπὶ τοῖς Ἄρκαν οἰκοῦσιν ἔστω τῶν αὐτῶν ἀφίστασθαί τε καὶ πάλιν λαμβάνεσθαι, ἀλλ’ ἴστωσαν ὡς ὁμοίως ἄδικον τά τε αὑτῶν οὐ κομίζεσθαι τά τε οὐχ αὑτῶν αὑτῶν ποιεῖν.

ἀλλ’ ἐκεῖνοι μὲν μηδὲν ὀκνούν- των, ἡμῖν δέ γε διὰ σοῦ γιγνέσθω τὰ παρὰ τῶν νόμων ἰσχυρά. τῶν μὲν γὰρ οὐκ αἰσχυνομένων ἐστὶν ἐθέλειν πλεονεκτεῖν, δι καστοῦ δὲ μηδένα <ἐᾶν> εἶναι δυνατώτερον νόμου.

καὶ [*](1 Seeck 71 2 sq. Plat. conv. p. 217 B cf. ep. 1428. 1609 6 Thuc. 1 42, 3. cf. ad ep. 64 p. 63, 2 10 cf ep. 235) [*](2 ἀγνοεῖν Vind sed εἰν in ras Ι τοὺς 3 τἀληθῆ omVind 2 δεῖ] δὴ 4 δεῖν | νῦν scripsi e V νύν S δὲ Va Vo sed in hoc in σε corr ’ om Vind σε Be Wolf aliquid deesse suspi- catus est Re | κουφίσῃς? at cf. p. 102, 18; 233,12 5 πρότερον S 10 ἐς Be | αὐτοὺς VVaVoSBe 13 ἀγειμένην reposui e libris ut coni Re ἀφειμένον Wolf 15 τὸ inserui om libri Wolf μὴ δὲ VVind 16 ἄλλ’ VVoBe Wolf 17 αὐτῶν VaVo sed in hoc ‘ ex ’ corr, Be Wolf 18 οὐχ αὑτῶν αὑτῶν scripsi οὐκ αὐτῶν αὑτῶν VSVind Wolf οὐκ αὐτῶν αὐτῶν VaVo οὐκ ὄντα αὑτῶν αὐτῶν Be | ἀλλὰ V Wolf 19 γενέσθω Wolf 20 τῶν — 21 νόμου omissis particulis μὶν γὰρ citat Macarius Chrypoc. Ros. fol. 95 21 ἐᾶν inserui auctore Re om libri Macar Wolf | τῶν νόμων Be)

232
μὲν ἔγεμεν ὕπνου Καρτέριος ἡ μὴ ἔμελλεν ἐν Μόρων φα- νεῖσθαι χορῷ, βραχὺς ἄν μοι λόγος ἦν τῶν νῦν ἐπ’ αὐτὸν παττομένων· βλάστην δὲ οὕτω γενναίαν διαφθεῖραι καὶ τὸ ἤδη συνειλεγμένον ἐκβαλεῖν τῆς διανοίας, ὃ πέφυκε ποιεῖν ὁ τῶν πραγμάτων θόρυβος, οὔθ᾿ ὅσιον οὔτ᾿ εὐσεβές.

καὶ σύ τοι τὸ ἄρχειν ἔχεις ἀπὸ τοῦ δύνασθαι λέγειν εἰκὸς δή σε βοη- θεῖν τοῖς περὶ τὸν Ἑρμῆν καὶ φαίνεσθαι τιμῶντα τὰς ἀφορ- μὰς ἀφ’ ὧν ἐνταῦθα ἥκεις.

εἰ Τε βούλει, καὶ τοὐμὸν προσ- λογίζου καὶ μὴ τὴν ἐπιστολὴν ἀτιμάσῃς, ὅτι ἐστὶν ἐπιστολὴ πᾶν ἂν παθοῦσα σιγῇ. ἀλλ’ ὅταν εἰς τὰ γράμματα βλέπῃς, ἡγοῦ καὶ ἐμὲ βλέπειν ἐκεῖνον τὸν πάντα σοι, τὸν ἐν Διονύσου, καὶ τὸν νέον δοὺς τὸ νῦν εἶναι τοῖς λόγοις ἀπάλλαξον τοὺς οἰκέ- τας τῆς διαχειρίσεως.

[*](3 Plat. Eutbyphr. p. 3 A 12 cf. t. IV 391 24 13 Thuc. I 97, 1)[*](1 ἔγεμεν] ἐγὼ Be | ἢ scripsi e VSBe ut coni Re εἰ VaVo Vind Wolf 2 ἄν μοι λόγος ἦν scripa e VVaVoSBe ἂν ἦν μοι λόγος Vind Wolf | αὐτὸν scripsi e VVaVoS αὐτῷ Vind Be Wolf 3 δ’ Wolf 6 δέ libri eed ε in η corr Vo3 8 ἐνταῦθα ἥκεις scripsi e VVaVoSBe ἥκεις ἐνταΰθα Vind Wolf ἧκες coni 10 ὅτ’ ἂν Va | γράμματα scripsi e VVaVoSBe sed in hoc πράγματα suprascr πράγματα Vind sed π in γ corr, Wolf)[*](11 ἐκεῖνον inserui e libris om Wolf | ἐν Διονύσου scripsi ἐν διονυσίου ἐκ διονυσίου SVind Wolf Seeck 122 VII ἐκ διονυσίων Be 12 νέον Vo sed en in ras m3 | τὸ] τῶν Be sed ω in ο corr m2 | τονῦν VVo 13 διαχειρίσεως scripsi e VVoSVind ut coni Re διαχειρήσεως VaBe Wolf sed διαχει- ρίσεως coni Add 861)[*](11 τὸν ἐκ Διονυσίων] τὸν ποῖον φίλον καὶ πότε γινόμενον; ἐκ τῆς ἑορτῆς τῆς τοῦ Διονυσίου (corr Διονύσου), ἥτις λέγεται Διονύσια καὶ τελεῖται Ἀθήνῃσιν, ὅτου ὁ Εὐθήριος ἐγένετο φίλος τῷ Λιβανίῳ in marg Be)
233