Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
εὔδηλον οὖν ὅτι αὐτὸν ἡμέροις ὄψει τοῖς ὄμμασι τά τε ἄλλα καὶ μηνυτὴν ἔχων τῆς στοᾶς ἀκριβῆ, περὶ ἣν οὗ- τος πολὺ μὲν καῦμα, πολὺν δὲ καπνὸν ἠνέσχετο χαίρων, ὅτι σοι παρεῖχεν ἐν τοῖς αὑτοῦ πόνοις κτήσασθαι δόξαν. ὃ γὰρ ἐν προοιμίοις οὐκ ἦν λαμπρᾶς ἐλπίδος, τοῦτο πρὸς ἐρχόμενον οὐδεμίαν ἡλικίαν ἐᾷ σιγῇ παρελθεῖν, ἀλλ’ ἕλκει τε τὰς ὄψεις καὶ ὅστις εἶδεν, ἐθαύμασε.
σοὶ μὲν οὖν ὅλην τὴν πόλιν, σὲ δὲ τούτῳ προσήκει χάριν εἰδέναι. σὺ μὲν γὰρ εἰς νοῦν ἐβάλου τὸν κόσμον, σοὶ δὲ οὗτος διακονεῖ. ἔστι δὲ ἀρκοῦσα χάρις, ἂν ἐπαινῇς τε αὐτὸν καὶ νομίζῃς ὅπερ ἡμεῖς.
ἡ δὲ ἡμετέρα ψῆφος Στρατήγιον ἄνδρα εἶναι γενναῖον, ὃν οὐδεὶς ἐνίκησεν εὖ ποιῶν· οὕτως ἀμοιβὰς ἀεὶ ζητεῖ μείζονας καὶ ζητῶν οὐκ ἔστιν ὅτε οὐχ εὗρεν.