Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἀλλ’ εἴη ταύτην γέ σοι τὴν γαστέρα κληρονόμους τεκεῖν καὶ μὴ μόνον τῆς οὐσίας, ἀλλὰ καὶ τῆς σοφίας, ἣν δὴ λειμῶ- νος ποικιλωτέραν δεικνύων πάλαι κρατεῖς, εἰ μὲν καὶ τοὺς ταὐτὸ [*](9 VII ἀ, σκβ'. Va γ' λθ'. S β', (?)β'. Be ξ'. Fabric. Bibl. gr. t. VIII p. 37 e Be) [*](5 cf. ep. 241 10 cf. ep. 240 Seeck 801. 874. SilomoD 48 12 cf. t. II 79, 5. [Plat.] Axioch. p. 371 C) [*](1 διόπερ Va 2 θαυμάσῃς reposui e libris sed θαῦμά Be θαυμάσαις Wolf 6 οὕτος Be sed ex οὕτως corr m2 | τῷ] τὸ Be | βουλεύεσθαι D | τὸ δύνασθαι om Be 6 ποιοῦν reposui e libris ut coni Re ποιεῖν Wolf | ἠκολούθησεν D | ὑπάρχον Be sed ο ex ω corr m2 | καὶ om D 7 ἀπόπεμπε — 8 πλείω in marg add Be 8 ἤκουσεν Va | ἀγγελοῦντα scripsi ἀγγέλλοντα (ἀγγέλοντα Be) libri Wolf 11 δέ Be sed γέ schol, Fabr An I σου S μοι schol Be 18 αὐτό Be Fabr Wolf An) [*](12 Ζητοῦντος τὸν Θεμίστιον τοῦ Λιβανίου τόκους καινοὺς οὓς ἔτικτεν ἐν Κωνσταντινουπόλει βασιλεύοντος Ἰουλιανοῦ ἐδή- λωσεν ἐκεῖνος περὶ τοῦ γάμου καὶ τ·ῆς γυναικὸς αὑτοῦ (αὐτοῦ Be), ὡς ἔστι νῦν ἐμοὶ καιρὸς τοὺ τίκτειν λόγους, ἀλλὰ παῖδας ἐκ γυναικός, ἥν ἀρτίως γήμας ἐλπίζω καὶ πατὴρ ἔσεσθαι παίδων. ταῦτα γὰρ ἐπαγγέλλεταί μοι τῆς γυναικὸς γαστὴρ ἐπειγομένη τεκεῖν, πρὸς ὁ καὶ συνεύχου ἡμῖν. ταῦτα γράψαντος Θεμιστίου εὔχεται. ὁ Λιβάνιος ἀλλ᾿ εἴη γέ μοι τὴν γαστέρα τῆς γυναικός in marg Be)
τέως μὲν οὖν τῇ Φρυγίᾳ συνέχαιρον, ἣ καὶ σὲ καὶ τοὺς γάμους ἐδέ- ξατο, νῦν δὲ τῇ Μεγάλη πόλει σέ τε ἀπολαβούσῃ καὶ προσ- λαβούσῃ τὴν νύμφην, μακαρίζω δὲ καὶ τὸν οὐκ ἀπόντος σου τὴν Μεγάλην ὀψόμενον πόλιν, ὅτι αὐτὴν ὄντως ὄψεται μεγά- λῆν.
τὸν μὲν οὖν τῶν πραγμάτων πόνον ἀνεθήκαμεν Κλε- άρχῳ, παρὰ σοῦ δὲ Εὐστόχιος τιμηθήτω τῷ νομισθῆναι τοῦτο ὅπερ ἐστίν. ἔστι δὲ καλὸς κἀγαθός, κἀν τοῖς πράγμασιν ἃ φίλον σαφῆ ζητεῖ πάντες ἐπ’ αὐτὸν ἐρχόμεθα.
τίμα δὲ αὐ- τὸν καὶ τῷ μείζονι, καλῶ δὲ μεῖζον τὸ σῶν ἀκοῦσαι λόγων· οὓς εἰ μὲν καινοὺς δεικνύεις, καινῆς θοίνης μεταλήψεται τὸ μέρος· εἰ δ’ οὐκ ἐν τούτῳ νῦν εἰης, τοῖς παλαιοῖς αὐτὸν ἑστία, μᾶλλον πάντως αὐτὸν ἑστιάσεις καινοῖς· ὅ τι γὰρ ἂν φθέγξῃ, τοῦτο τῶν γεγραμμένων οὐ χεῖρον.