Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

πεῖθε δὴ καὶ Παμφυλίαν ὅτι με τιμᾶν οἴει δεῖν, καὶ ἡμᾶς ὅτι σοι χρὴ πολ- λάκις ἐπιστέλλειν.

σλς'.

[*](W 239 (Anecd. t III p. 276))

Ἀνδρονίκῳ. (360?)

Ἐγὼ γενέσθαι ἐπὶ τῆς ὑμετέρας δυνάμεως οὐδεπώ- ποτε ηὐξάμην, ἀλλ’ ὑμῖν μὲν καὶ ἀρχὰς εἶναι καὶ τὸν κρείττω λόγον ἐν αὐταῖς συνηυξάμην, ἐμαυτῷ δὲ ᾗπερ νῦν βιοῦν ἐν ἰδιώτου χώρᾳ· νῦν δ’ οὐκ ἂν ἀηδῶς μοι δοκῶ τὴν Φοινίκων ἀρχὴν λαβεῖν τοῦ μέγαν ποιῆσαι Παρθένιον πᾶσιν ὅσοις μέ- γεθος γίγνεται, μᾶλλον δέ, οὐδὲν δεῖ ζητεῖν ἀρχὴν τῆς σῆς οὐχ ἧττον ἐμῆς ἢ τοῦ λαβόντος οὔσης.

ὅπως οὖν ἡμῖν αὐτὸν ἴδῃς τε ὡς ἥδιστα καὶ ἀπόντα καλῇς καὶ φανέντα κατέχῃς καὶ ποιῇς ἐν Φοίνιξιν ἐντιμότερον ἢ πρίν. αἰσχυνοίμην γὰρ ἄν, εἰ δόξει μᾶλλον εὖ πεποιηκέναι με Παρθένιος ἢ πεπονθέναι.

τί οὖν με εὖ πεποίηκεν, ἀκοῦσαι ποθεῖς. αἰδούμενος δια- τετέλεκεν ἀπὼν οὐχ ἧττον ἢ παρὼν καὶ παρὸν αὐτῷ χαρίσασθαι τοῖς δυνατοῖς ἐκ τῶν εἰς ἐμὲ λυπηρῶν τὰς παρ’ ἐκείνων ἐλπί- δας προήκατο τὰ πρὸς ἐμὲ δίκαια τηρῶν καὶ ταῦτα ὁρῶν τινα [*](4 VII α΄, σιζ΄. Va γ΄, λδ΄. Vo γ΄, λδ΄. S ς΄, οη΄. Be νδ΄) [*](5 Seeck 71. 374. Silomon 34. 42. 48 10 Seeck 232) [*](1 ἐπαγγελεῖν Va 6 μὲν post γενέσθαι S Ι οὐδὲ πώποτε V sed eras, VoS 8 συνευξάμην Be Ι ἐμαυτὸν Wolf ed sed corr Add 861 Ι ἅπερ Wolf An 9 ἀηδῶς Be sed ex ἀοιδὸς corr m2 | Φοινίκων reposui e libris Φοινίκης Wolf 11 ἄρχην Va ἄρχειν VoS sed in hoc γρ ἀρχὴν suprascr 13 γρ ὄψει ἴδης S cf. ep. 225 | ἥδιστα Be sed διστα in ras m2 14 ποιεῖς S | φοίνιξι Be | ἐντιμώτερον S Be sed in hoc ω in ο corr m2, Wolf 16 signum interrogationis post πεποίηκεν Wolf | colon post ποθεῖς VaS comma Vo 18 παρεκείνων Va 19 πρὸς in Be2) [*](2 Παμφυλίαν] τὴν μητέρα μαρκελίνου καρτίου suprascr Be)

220
τῶν οἰκείων αὑτοῦ τὴν ὁδὸν ἐκείνην ἰόντα καὶ εὐδοκιμοῦντα. ὁ δὲ ἐκείνῳ τε ἐπετίμα καὶ δι’ ὅσων ἐξῆν ἀσθενεστέραν ἐποίει τὴν ἐνέδραν καὶ δὴ δεῦρ’ ἥκων ἐπέθηκε τὸ τέλος τοῖς ἔμπρο- σθεν ὅμοιον ἁπάσης καθήρας τὰ πράγματα ὑποψίας.

εὐθὺς μὲν οὖν ἠθύμουν ἀπορῶν ἀμοιβῆς, ἔπειτα ἐνθυμηθεὶς ὡς τῷ μὲν ἐν Φοινίκῃ γυνὴ καὶ παῖδες καὶ κτήματα, τῇ δὲ Ἀν- δρονίκου γνώμῃ τὸ ἔθνος διοικεῖται, ἥσθην ἰδὼν ὡς ἔστιν ᾗ ἂν τὸν ἄνδρα ἀμειβοίμην.